TESTAMENTUM FLAVII PHOEBAMMONIS
     
Will of Flavius Phoebammon
  
( November 15, AD 570 )
 

 
P. Cair. Masp. II, 67151
( Duke Data Bank of Documentary Papyri ).
  

 
ctr
Φλ(αουίου) Βίκ(τορος) ἐνδοξοτ(άτου) κόμετ(ος) | καὶ πατρικ(ίου) διασημωτ | δ(ιὰ) Δωροθ(έου) ἐνδοξοτ(άτου) | στρατηλάτου καὶ ταβουλαρ(ίου) | κ̣ ........ ν( ) ἰν(δικτίονος) θ
ms
βασιλ̣ε̣ία̣ς̣ κ̣[αὶ ὑ]π̣[ατε]ί̣ας τοῦ θειοτάτου ἡμῶν δεσπότου | Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους | πέμπτου, Ἁθὺρ τοῦ μηνὸς ἐννεακαιδεκάτῃ τῆς παρούσης | τετάρτης ἐπινεμήσεως. ἐν Ἀντι(νόου) πόλει τῇ λαμπροτάτῃ. | Φλάυϊος Φοιβάμμων, ὁ υἱὸς τοῦ τῆς μακαρίας μνήμης | Εὐπρεπείου τοῦ ἀπογενομένου ἀρχιϊάτρου, ὁρμώμενος | ἀπὸ ταύτης τῆς καλλιπόλεως Ἀντινοέω[ν], ἑξῆς ὑπογράφων | ἰδίοις αὐτοῦ γράμμασι, τὴν παροῦσαν τίθημι καὶ ποιοῦμαι | δικαίαν καὶ ἔννομον διαθηκι̣μαίαν βούλησιν, ἐν τάξει | τελευταίας ἐγγράφου διατυπώσεως, ἀσήμαντρον | οὖσαν καὶ ἀνυποσφράγιδα διὰ τὸ τῆς μετριοσύνης ἡμῶν | ἐξασθενοῦς ἀπορίας καὶ ἐλαχίστης ἡμῶν περιουσίας | σπανώτερον καὶ ψιλότερον, τοῦ δύνασθαι τοὺς ἐμοὺς | κληρονόμους ὅτε δή ποτε βούλωνται ἐμφανῆ ποιῆσαι | τὴν αὐτῆς δύναμιν, γνῶναί τε ἀναμφισβητήτως καὶ ἀμάχως | τό τί περιέχει ἔκ τε κεφαλαίου μέρο\υ/ς αὐτῆς καὶ ψιλοῦ | λόγου τὸ καθάπαξ ἐπὶ τοῖς ἐφεξῆς λόγοις. πέρας μὲν πάντων καὶ | βροτησίου γένους ὁ θάνατος, καὶ τοῦτον ἀδύνατόν ἐστιν | ἐκφυγεῖν παντελῶς, τοῖς δὲ καλῶς φρονοῦσι τοῦτο προμαθεῖν | καὶ εὐλαβεῖσθαι πάντων εὐτυχέστερον. ἐγὼ τοιγαροῦν ὁ προ-|ονομασθεὶς Φοιβάμμων Εὐπρεπείου ἀρχιατρος, ἀναγκαίως | τὰ καθ᾽ ἐαυτὸν διανοηθεὶς, ἐσκόπησα πάντα τὰ κατ᾽ ἐμὲ | πράγματα πρὸ θανάτου διατυπῶσαι κατὰ τὸ προσῆκον ὀρθῷ | καὶ ἀγαθῷ συνειδότι καὶ δικαίῳ σκοπῷ καὶ ἀκριβεῖ λογισμῷ, | ἐφ᾽ ὅσον ἐν τοῖς ζῶσι τυγχάνω̣, ἀκολούθως τοῖς συγκεχωρημένοις | ἅπασι ἀπὸ θείων νόμων τοῖς τὰ ἴδια φρονοῦσιν μετ᾽ ἀδείας | πάσης καὶ ἐξουσίας καὶ αὐθεντείας διαθέσθαι τοῖς ἑαυτῶν | φίλοις τέκνοις, καὶ μὴ τούτοις μετὰ θάνατον ἀμφισβήτησιν | καταλείπειν. τούτου τοῦ τρόπου, καθ᾽ ὅσον ζῶ καὶ ὑγιαίνω καὶ | ἐπ᾽ ἀγορᾶς βαδίζω τὰ συνήθη πράτ’των, σώφρονί τε λογισμῷ | καὶ σκοπῷ δικαίῳ καὶ ἀγαθῷ συνειδότι καὶ ἀκριβεῖ διανοίᾳ | καὶ ἐρρωμένῃ διαθέσει, εἰς ταύτην τὴν ἔγγραφον διαθηκιμαίαν | βούλησιν ἐλήλυθα, νοῶν, φρονῶν, λογισμοὺς καὶ φρένας | ἀπαθεῖς διασώσων, καὶ ὑγιὲς ἔχων ὡς προεῖπον τὸ σῶμα μου | σὺν εὐμενείᾳ τοῦ πανκρείτ’τονος δεσπότου τῶν ὅλων | Θεοῦ παντοκράτορος, εὐλαβούμενος μὴ ἐξαίφνης | ὑπαναχωρῆσαί με τῶν τῇτε ἀδιαθέτως πραμμάτων | πρὶν οὕτω πρότερον διαθῶμαι καὶ διατυπώσω τὰ καθ᾽ ἐμαυ̣[τὸν] | παντοῖά μ̣ου ἐλάχιστα πράμματα, τά τε ἐν ἀγρῷ ὄντα μοι | ἐκ διαφόρων τόπω(ν) γονικῶν τε κληρονομιαίων μου καὶ | ἰδιοκτήτων, καὶ τὰ ἐν τῇτε τῇ πόλει Ἀντινόου καὶ ἀφ᾽ ἑκασταχοῦ | τόπου. ἀκολούθως τοῖς θειώδως συγχωρητέοις ἅπασι θνητοῖς | περιοῦσι πρᾶξαι, τὴν παροῦσαν κατ’εθέμην διαθηκιμαίαν | βούλησιν ὡς προέφην, πολιτικοπραιτωρίαν οὖσαν ἐπὶ παρουσίας | τῶν κατὰ παράκλησιν ἐμὴν προσκληθέντων νομίμω(ν) ἑπτὰ μαρτύρων, | πολιτῶν ὄντων ἐφήβων Ῥωμαίων, ὑπολήψεως ἀντιποιουμένων, | τῶν καὶ ἑξῆς ὑπογραφόντων αὐτῇ ἐν μιᾷ συνόδῳ καὶ καιρῷ | μηδεμιᾶς ἑτέρας πράξεως μεσολαβούσης, ἀκολούθως | τῇ τῶν νόμων δυνάμει· ἥνπερ διαθήκην ὑπηγόρευσα ἑλληνικοῖς | ῥήμασί τε καὶ γράμμασι γραφῆναι ἐπέταξα ἐν δημοσίῳ καὶ | πρακτικῷ τόπῳ. καὶ βούλομαι αὐτὴν τὴν ἰδίαν ἰσχὺν καὶ δ̣ύν[αμ]ι[ν] | ἔχειν ἐφ᾽ οἷς περιέχει πᾶσι κεφαλαίοις κατὰ τὴν ἑκάστου | δ̣ιαστολήν, ἐπέχειν τε αὐτὴν οὐδὲν ἧττον καὶ κωδικίλλου τάξιν | καὶ πάσης τελευταίας βουλήσεως καὶ φιδεϊκομισσαρίας ἐπιστολῆς, | προκομιζομένην καὶ δημοσιευομέ(νην) ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας | καὶ θρόνου καὶ κυριότητος ἐν παντὶ χρόνῳ καὶ καιρῷ, κατὰ τὰ θειώδως | ὑπὸ τῶν νόμων διηγορευμένα, καὶ πάντα τὰ ἐν αὐτῇ κεφάλαια | δίδοσθαι καὶ πληροῦσθαι κατὰ τῶν ἐξ ἀδιαθέτου βουλομένων | κληρονομῆσαι τῶν ἐμῶν δικαίων, ἔτι μὴν̣ προβῆναι ταῦτα | τὰ ὑπ᾽ ἐμοῦ ὁρισθησόμε(να) μόνα ἀκέραια, καὶ ἀσάλευτα | φυλάττεσθαι τοῖς ἐμοῖς φιλαιτάτοις γνησίοις υἱοῖς καὶ μόνοις, | οἷς ἑξῆς διατάσσω δικαίως καὶ εὐλόγως. εἰ δέ γε μετὰ ταῦτα | κωδίκιλλον ἢ κωδικίλλους πο[ι]ήσω καὶ ἕτ̣ερα κεφάλαια | ἐν αὐτοῖς διατυπώσω, βούλομαι αὐτὸν ἢ αὐτοὺς καὶ τὴν ἰδίαν | δύναμιν καὶ βεβαίωσιν ἔ̣χειν ὡς comfirmateumenous | ἐν τῇ παρούσᾳ τελευταίᾳ βουλ̣ήσει. εἴη μὲν οὖν ἐμὲ ζῆσαι | ἐφ᾽ ἕτερόν τινα χρόνον, ὡς ἂν παρασταίη τῷ κρείττονι καὶ δεσπότῃ | Θ(ε)ῷ, καὶ τῆς ἐμῆς ἔτι ὡσαύτως ἀπολαῦσαι μετριότητος | καὶ πάσης τῆς ἐλαχίστης μου περιουσίας· ἔξεσται κατὰ νόμο(υ)ς, | ἐφ᾽ ὅσον ἐμοὶ περιόντι χρόνον, τῶν ἐμῶν ἁπάντων κρατεῖν | τῆς νομῆς δικαίας καὶ συνήθο(υ)ς δεσποτείας, καὶ τῆς ἐπικαρπ\ε/ίας | πάντων τῶν ὄντων μοι πραγμάτων   ἤτοι   ousufructu   παντός, | μετὰ   τὰ εὐσεβῆ δημόσια τέλι κανονικά τε καὶ πρόσκαιρα το(ύ)των. | ἐπὰν δὲ ἀνθρώπινόν τι πάθω καὶ τῶν ἐνταῦθα ὑπαναχωρή̣σω | πραγμάτων ἐκ τῆς τοῦ πεπρωμένου ἀνάγκης, τότε ἐνίστημι | κληρονόμους τοὺς προσφιλεστάτους μου υἱοὺς vac. ? | vac. ? καὶ διαδοχ\ο/ις τῆς ἐμῆς κληρονομίας | καὶ πάσης περιουσίας μου, ἐν ἀγρῷ διαφόρων τόπων, καὶ ἐν τ̣ῇτ̣ε | τῇ Ἀντινοέων πόλει, καὶ τ[ὰ] ἐφ᾽ ἑκασταχοῦ τόπου, ὥστε τούτους | ἐ̣π̣᾽ αὐθεντεία̣ς̣ κα̣ὶ ἐξουσίας πάσης μετὰ τὴν ἐμὴν τελευτὴν | πάντων τῶν ὄντων μοι κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν, | γονικῶν τε ἐμῶν κληρονομιαίων πραγμάτων καὶ ἰδιοκτήτων, | τῶν ἀφ᾽ οἵου δήποτε δικαίου καὶ νομίμου τίτλου ἐγράφου καὶ | πόρου περιελθόντων εἰς ἐμέ, καὶ κληρονομῆσαι αὐτοὺς ταῦτα | ἀκωλύτως καὶ ἀνεμποδίστως οὐδενὸς τὸ συνόλον καὶ | ἀνεγκλήτως ἐπάναγκες, ἐπέκεινα δὲ ὀρθῶς αὐτοὺς κληρονομῆσαι, | ὡς ἔφην, πάντων τῶν ὄντων μοι παντοίων καὶ ὑπ᾽ ἐμοῦ | καταλειφθησομένων πραγμάτων ἐξ ἰσορρόπου μοίρας, κατὰ | κεφαλικὴν μερίδα ἀνηλογοῦσαν ἐξ ἴσου ἔκ τε κινητῶν | καὶ ἀκινήτων καὶ αὐτοκινήτων πραγμάτων, πάσης ἐνοχῆς | καὶ ἀγωγῆς, ἐν παντὶ εἴδει καὶ γένει καὶ πάσῃ ὕλῃ καὶ | ποιότητι καὶ ποσότητι, ἀπὸ πολυτελοῦς εἴδους μέχρι εὐτελοῦς | καὶ ξ̣υλικοῦ καὶ ὀστρακίνου καὶ ὑαλίνου καὶ ἀσσαρίου ἑνὸς | καὶ ὀ̣β̣ολ̣οῦ̣ κ̣α̣ὶ λε̣π̣τ̣[οῦ], ἁπαξαπλῶ̣ς πάσης λή̣ψεω[ς] | καὶ δόσεως ὑπὲρ ἐμοῦ· καὶ εἴ τι εὐλόγως χρεωστῶ | ἢ ὡς εἰπεῖν ἔπος χρεωστούμενος, ἀποδοῦναι τούτους | καὶ ἀπολαμβάνειν ἀμειώτως πάλιν ἐξ ἴσης μοίρας. | βούλομαι δὲ τοὺς ἐμο̣ὺ̣ς υἱο[ὺς] καὶ κληρονόμους τοὺς | προαφη[γη]θέντας κληρονομεῖν πάντα τὰ ἐμὰ ὡς προεῖπον, | παρὲξ ὧν [ἑ]ξῆς διατάσσω καὶ ὁρίζω ἐν τῇ παρούσᾳ μου | διαθηκιμαίᾳ βουλήσει. βούλομαι οὖ\ν/ καὶ κελεύω τὸ εὐαγὲς | καὶ πάνσεπτον μοναστήριον τὸ καλούμενον Ἄπα Ἱερημίου | τοῦ ἐν ὁσίοις τῇ μ̣ν̣ή̣μῃ, μετὰ τὴ̣ν ἐμὴν ὡσαύτως τελευτήν, | ἐπ᾽ αὐθεντείας πάσης καὶ ἐξου̣σίας παραλαβεῖν εὐθέως | μίαν καθ[α]ρὰν ἀμπελοφορίμου γῆς ἄρουραν ἐκ πλήρους | ἀπὸ ἑ̣ξήκοντα τεσσάρων ἁμμάτων, μεμετρημένην | τῷ δ̣ημο̣σίῳ σχο̣ι̣ν̣[ί]ῳ̣, [ἀτ]ε̣λ̣[οῦ]ς κ̣α̣ὶ̣ ἀ̣ν̣υ̣π̣ο̣τ̣ε̣λ̣ο̣ῦ̣ς γ̣ῆ̣ς, ἀ̣ποκρινο̣μ̣έ̣νη̣ν | ἐκ τ̣ῶν ὅλων περιελθόντων εἰς ἐμὲ ἀμπελικῶν χωρίων | ἀπὸ δια[δο]χ̣ῆ̣ς̣ καὶ κληρονομίας τοῦ ἐμοῦ πατρὸς καὶ ἐν μακαρίοις | τῇ μνήμ[ῃ Ε]ὐ̣πρεπείου ἀρχ(ι)ιάτρο(υ), διακειμένων ἐπὶ κώμης | Ἰβιῶνος Ἐσεμβύθεως τοῦ Ἑρμουπολίτου νομοῦ, ὑπὸ τὴν παραφυλακὴν | ὄντων τῆς αὐτῆς, ἐξ ἀπηλιώτου ταύτης, κατὰ τὰς ἀγρογειτνίας, | ἀφ᾽ οὗ βούλεται τόπου καὶ ἀκρογώνου τῶν αὐτῶν ἀμπελώνων | ἐκ τετραέντου κυκλόθεν, μετὰ παντὸς τοῦ ἐπιβάλλοντος | τῇ προ̣σ̣ημανθείσῃ μιᾷ ἀμπέλου ἀρουρης γῆς φορίμου | ἔκ τε ὑδρευμάτων καὶ μονῶν καὶ χρηστηρίων πάντων | καὶ ἐπαυλέων καὶ ἀχυροβολώνων καὶ κυκλευτηρίων | κ̣α̣ὶ̣ [ξυλ]ί̣νω\ν/ ὀργ̣ά̣νων ἐξ̣ηρτισμένων   καὶ   πάσης   τῆς   τούτων | κ̣αθ[ό]λου   πε[ρι]οχῆς,   μὴ προϋποκειμένην οἵῳ δ̣ήποτε π[ρά]γματι | ἢ̣   βάρει   ἢ̣   [σκήψ]ει   μήτε   οἵᾳ   δήποτε   ἀφορμῇ,   ἀλλὰ καθαρὰν διόλου | α̣ἰ̣ώνιον̣ [ἄ]πτωτον ὑπα̣ρχθῆν̣αι ταύτην ἐν πάσῃ βεβαιώσει | καὶ καθαροποιήσει τῷ προειρημένῳ μοναστηρίῳ, εἰς μνημόσυνον | αἰώνιον καὶ πρεσβεῖον, ὑπὲρ ἱλασμοῦ ψυχῆς μου καὶ ἁγίας | προσφορᾶς, πρὸς Θεὸν ἀπερχομένου. ταύτην γὰρ τὴν προειρημέ(νην) | μίαν ἄρουραν ἀμπελόφυτον προσπορίζομαι κατὰ χάριν ἀναφαίρετον | καὶ δωρεὰν νόμιμον ἔγγραφον τῷ προλεχθέντι εὐαγεῖ μοναστηρίῳ, | ἰάσεώς μου ψυχῆς χάριν, ἐπέχουσαν ταύτην δύναμιν ἀμετάθετο\ν/ | σκοπόν τε καὶ ἀμετανόητον, καιθ’᾽ οἷον δήποτε τρόπον καὶ λόγον | καὶ χρόνον καὶ τ̣ό̣πον, ἀλλὰ ἱκανῶς κρατοῦσαν βεβαίου   τρόπου | παντὸς   καὶ   τοῦ   inter   vivos   κα\τὰ/   τὸν   νόμον, ὥστε μὴ παντοίας | πώπο[τε ἀ]ν[α]τροπῆς τυχεῖν, ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ | θρόνου κ̣[αὶ κ]υριότητος ὑφ᾽ ἡλίῳ, καθ᾽ ὅτι ἐπ᾽ ἀγαθῇ καὶ εἰλικρινεῖ | προαιρέσε̣ι ταύτην ἐχαρισάμην καὶ ἐδωρησάμην τῷ προειρημέ(νῳ) | εὐαγεῖ μον(αστηρίῳ) ὑπὲρ ἁγίας μου προσφορᾶς αἰωνίου. καὶ ὁρίζω τὸ ταύτης | τέλος ἀεί ποτε βασιλικὸν ἐνέλκεσθαι καὶ ἐπισύρεσθ̣α̣ι̣ | καὶ ἐπαναστρέφεσθαι τῇ ἐμῇ πάσῃ περιουσίᾳ, ἐπανειλημμ̣[έ(νον)] | εἶναι διηνεκῶς τῷ παντὶ ἐποφειλομένῳ δίδοσθαι ὑπὲρ ἐμοῦ | παρὰ τῶν ἐμῶν υἱῶν καὶ κληρονόμων δημοσίῳ τελέσματι, | κανονικῷ τε καὶ προσκαίρῳ, ἔν τε σίτῳ ἐμβολῆς καὶ χρυσικῷ | καὶ ναύλῳ καὶ παντοίοις βάρεσι, ἀποκρινομένων αἰωνίως | ὑπὲρ αὐτῆς τῷ δημοσίῳ λόγῳ καὶ τὸ ἱκανὸν ποιούντων | τούτῳ ὑπὲρ ταύτης διηνεκῶς, καὶ τοῦ εἰς τοῦτο ἀταράχου | καὶ ἀστασιάστου καὶ ἀνϋπομνήστου καὶ ἀζημίου καὶ ἀνεπισπάστο[υ] | καὶ ἀνεν[οχλ]ήτου φυλατ’τομένου πάντοτε τῷ εὐαγεῖ μοναστηρίῳ, | ἀνθ᾽’ ὅτου ταύτην αὐτῷ ἐδωρησάμην ὑπὲρ ἀναπαύσεως ψυχῆς μο(υ) | καὶ ἀφέσεως πλημμελημάτων, ἐφ᾽ ᾧ τοὺς κατὰ καιρὸν ἠγουμένο(υ)ς τε | καὶ οἰκονόμους καὶ διοικητὰς πραγμάτων τοῦ αὐτοῦ ἁγίου μον(αστηρίου), ἔπειτα δὲ | καὶ τὸν νῦν [δ]ιοικοῦντα προεστῶτα καὶ θεοφιλῆ πατέρα Ἄπα Βησᾶ[ν] | τὸν εὐλαβ(έσ)τ(ατον) πρεβύτερον καὶ κοινοβιάρχην, δεσποτικῷ δικαίῳ | κατὰ πᾶν ἐκ νόμων ἁρμόττον προπριαιταρίας δίκαιον | ἐγκρατεῖς γένεσθαι τῆς αὐτῆς μιᾶς ἀμπέλου, ὡς προεσημηνάμην, | καὶ τὴν παντοίαν ταύτης πρόσοδον κομίσασθαι καθ᾽ ἔτος ἀπὸ καρπ[ῶν] | καὶ κανόνος τῆς σὺν Θεῷ μελλούσης vac. ? | καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντελές, καὶ τὴν | ταύτης διοίκησιν καθάπερ βούλωνται ἀναθέσθαι εἰς τὴν ἁγίαν μ̣ο̣(υ) | προσφοράν· μέντοι γε αὐτοὺς μὴ δύνασθαι ταύτην πώποτε | ἐκποιῆσαι ἢ ἑτέρῳ μεταλλάξαι ἐπὶ τὸν παντελῆ χρόνον, ἀλλ᾽ | αὐτὴν ἐπίμονον εἶναι καὶ παραμόνιμον, ἐξυπηρετοῦσαν | τῇ ἁγίᾳ μου προσφορᾷ, διὰ τὸ ἐμοὶ οὕτως ὀρθῶς καὶ δικαίως | δεδόχθαι. βούλομαι δὲ καὶ κελεύω τοὺς ποθεινούς μου υἱοὺς | τὴν περιστολὴν ἤτοι κηδείαν κατ᾽ ἀξίαν ἐμὴν τοῦ ἐμοῦ σώματος | ποιῆσαι, ἐξορκίζω \δὲ/ τὸν εὐλαβ(ῆ) καὶ θεοφιλῆ ἡγούμενον | τοῦ προειρημένου μον(αστηρίου) Ἄπα Ἱερημίου, κατὰ τῆς ὁμοουσίου | Τριάδος ἁγίας καὶ ἀηττήτου, ὑποδέξασθαι τὸ ἐμὸν εἰς δαφὴν | καὶ μνῆμα λείψανον εἰς τὴν εὐαγεστάτην μόνην, | εἰς μνείαν τῆς ἐμῆς πάντοτε βραχύτητος, καὶ συναρίθμ[ιον] | ὀνομασίαν μου ἐν τῇ τοῦ καταλόγου τῶν μακαρίων ἐκεῖσε | πάντων ἀναπαυσαμένων ἐκφ\ρ/άσει ἐνεραδνουμίου γενέσ̣[θαι]. | βούλομαι δὲ καὶ κελεύω τὴν εὐγενέστατην σύμβιον μου | γαμετὴν ἐξουσιάζειν τῶν ἑαυτῆς καὶ μόνων ἕδνων τῶν | ὑπ᾽ ἐμοῦ αὐτῇ προδοθέντων ἐν ὥρᾳ τῶν αὐτῆς αἰσίων γάμω̣[ν] | πρὸ μίξεως, καὶ τούτοις ἀρκεσθῆναι καὶ μὴ δύνασθαι περαιτέρω | τούτων ἐπιζητεῖν πρὸς οἷον δήποτε κληρονόμον ἐμὸν | ἢ συγκληρονόμον, μήτε μὴν αὐθεντῆσαι καιθ᾽ οἷον δήποτε | τρόπον ἀποσπάσασθαι παντελῶς οἷον δήποτε πρᾶγμα | ἐκ παντοίων ἐμῶν πραγμάτων, οἷον εἰκὸς εἰ βουληθησομέν[ην] | ἰδιοπ̣οι̣ήσα̣σθ̣α̣ί̣ [τ]ι̣ ἑ̣[αυτῇ τῶν] ἐ̣μ̣[ῶν], κ̣[ακοθ]έ̣λ̣ο̣υ̣σ̣[αν] | ἐκ τούτων ἀπόνασθαι, μὴ γένοιτο αὐτῇ τοῦτο μετὰ τὴν ἐμὴν | τελευτήν, ἐξεῖναι δὲ μόνον αὐτῇ τὰ ἑαυτῆς γονικὰ πράγματ[α] | συλλαβεῖν ἐξερχομένῃ τοῦ οἴκου μου, ἅπερ ἐναποδείκτω[ς] | ἐμφανήσεται ὡς ἦσαν ἐκεῖνα συνεισηνέγμενά μοι | παρ᾽ αὐτῆς γονικόθεν. τὴν δὲ ἁγίαν διοίκησιν καὶ ἐπιμέλειαν | καὶ πρόνοιαν τοῦ εὐαγοῦς ἡμῶν ξενεῶνος κατὰ τὰς πατρο̣-|παραδόσεις ἐν ἅπασι ὁρίζω(ν), καὶ βούλομαι καὶ κελεύω | τὴν πᾶσαν τῶ(ν) ἀρρώστων φιλοκαλίαν τε καὶ ἐπιμέλειαν | καὶ διαιτοχορηγίαν περαιωθῆναι ἐπιμελῶς καὶ ἐπιπόνως | ἀκαταφρονήτως, εὐσεβει καὶ φοβῷ Θεοῦ καλλιεργουμένην, | μετὰ σπουδῆς πάσης καὶ ἐπιεικείας, ἅμα τε διατελεῖσθα[ι] | παρὰ   τοῦ   προσφιλεστάτου   μου ἀδελφοῦ Ἰωάννου, καὶ ἕξειν | α̣ὐτὸν ὡ[σ]αύ[τ]ως τὴ̣[ν] τ̣ῶ̣ν π̣[ρα]γμ̣άτων πρεπόντ[ως] τ̣ο̣[ῦ αὐτοῦ] | ξενεῶνος κηδεμονίαν, εἰς ἀνανέωσιν διόλου [τῆς] τ̣[ῶν] | ἀρρώστων φροντίδος καὶ λειτουγίας καὶ ἀποτροφῆς τ[ῆς] | συνήθο\υ/ς· καὶ ἐξορκίζω αὐτὸν κατὰ τοῦ ἀενάου θ(εο)ῦ | τούτου μὴ ῥᾳθυμῆσαι τοῦ περισπουδάστου Θεοῦ ἔργου· | καὶ εἰ ἀμελήσοι ὄψεται πρὸς τὸν Θεόν· ἀξιῶ δὲ καὶ | παρακαλῶ πάντας τοὺς θεοπίστους καὶ ἐλεήμονας, | ἔτι καὶ τοὺς λαμπροὺς καὶ σοφωτάτ(ους) συνηγόρους, οὕσπερ | καὶ ἐνορκῶ κατὰ τῆς ἁγίας Τριάδος, καὶ πάντα κριτὴν καὶ δικαστὴν | καὶ ἐξουσίαν καὶ κυριότητα, ἀεὶ παραφυλάξαι ἐρρωμένην | ταύτην μου τὴν διαθήκ(ην), δίχα οἵας δήποτε ἐναντιώσεως | καὶ ἀντιπαθείας καὶ συλλογισμοῦ ῥητόρων καὶ δεκανικῆς | λεπτολογίας. τοὺς γὰρ ἐμοὶ ἅπαντας διαφέροντας καὶ | [ἐ]κ̣ γ̣έ̣νους μοι ἀγ̣χι̣σ̣τ̣ε̣ύ̣οντας οὐκ’ ἐφ᾽ ὕβρει λέγω ἀ[ποβλήτους] | καὶ ἀμοίρους καὶ ἀκλήρους παντελῶς εἶναι, βούλομ[αι δὲ] | καὶ κελεύω ὡς νόθους καὶ ἀπελευθέρους τῆς ἐμ̣[ῆς] | ἐν ἅπασι μετοχῆς κληρονομίας καὶ σχέσεως πραγμ[άτων] | γενέσθαι ἄπωθεν, ἀλλοτριουμένους τούτων πάντ[α] | πᾶσιν, καὶ πάσης λήμψεως καὶ δόσεως ὑπὲρ ἐμοῦ, διὰ τὸ̣ [ἐμὲ] | ὀρθῷ καὶ δικαίῳ κεκρίσθαι σκοπῷ καὶ   ᾑρῆσθαι   οὕτως.   ἕκ[αστος   γὰρ] | ἀπολαυέσθω   τῶν   ἰδίων·   λίαν   δ̣ὲ̣   μόγις   τὰ   τῆς ἐμῆς μετριοσύν[ης] | ἐλάχιστα πράγματα ἐπαρκήσονται τοῖς νηπίοις μου καὶ ἀφ-|ήλιξι υἱοῖς μου, οἷς καὶ καταλείψω τὸν βίον στυγνὸν κ(αὶ) ἀδιοίκητον̣, | δεομένοις πολλῆς ἀνατροφῆς καὶ πολλῶν ἀναλωμάτων | καὶ ἐπιμελείας. καὶ, ὡς προωρίσα, τούτοις μόνοις πάντα τὰ ἐμὰ | ἀπονεμηθῆναι καὶ ὑπαρχθῆναι βούλομαι, καὶ ποινὴν | κατὰ τοῦ ἐθελοκακεῖν δυσσεβῶς βουληθησομένου κατ᾽ αὐ̣[τ]ῶ̣ν | ὁ̣ρ̣ι̣ζων μιᾶς λίτρα̣ς χρυσίου εἰς ἔκτισιν, καὶ μ[ε]τὰ ταύ̣τ̣η̣[ς] | κατὰ μηδένα τρόπον μηδὲν μὲν ὠφελεῖσ[θ]α̣[ι αὐτὸν ἐκ το(ῦ)] | ἐ[γχ]ειρή̣μ̣α̣[τ]ο̣ς, ἀλλὰ μᾶλλον βλαβῆναι καὶ ἡτ[τᾶσθαι,(?)] | ἄκοντά δε καὶ ἀνωφελῆ ἐπησυχάζειν τοῖς ὑπ᾽ ἐ[μοῦ νῦν] | διατυπωθεῖσι ἐν τῇ παρούσᾳ μου δικαίᾳ δ[ιαθ]ή̣κ̣[ῃ, ἀφ᾽ ἧς] | ἀπέστω πᾶς φθόνος καὶ δόλος πονηρός̣. κ̣[αὶ] εἴη̣ [βεβαία, ὑπὸ] | Ἰ(ησο)ῦ τω κω κ(αὶ) Θω ἡμῶν βραβευομένη καὶ [ἀεὶ φυλαττομένη] | ἐπὶ πᾶσι τοῖς ἐμπεριεχομένοις αὐτῇ γ̣[ενικοῖς κεφαλαίοις]· | οἳς ἐπευδοκῶν κατεθέμην vac. ? καὶ τοῦτ̣[ο τὸ κεφάλαιον], | συνελόντι δεὶ εἰπεῖν, ἔτι γε εὔδηλον αὐτὸ [κυριώτερον εἶναι] | καὶ βεβαιότερον σχεδὸν τούτων ἁπάντων, ὡς ἡ[γοῦμαι?,καὶ] | ὡσαύτως προστακτικῶς προβῆναι, ἐφ᾽ ᾧ δὲ τοὺ̣[ς εἰρημένους] | ποθεινοὺς υἱοὺς μου καὶ κληρονόμους   πατρων̣εύ[εσθαι   καὶ]   |   κουρατορεύεσθαι   κ̣α̣ὶ̣   εἰκότως   διοικεῖσθαι,   μ[ετὰ τῶν ἐ]λαχίστω[ν] | αὐτῶν πραγμάτων, ὡ[ς ν]ηπί̣ο[υ]ς̣ κα̣ὶ̣ [ἀ]φή̣λ̣ι̣κ̣α̣[ς], ἕ̣[ως ἂν ἐπαυξήσωνται] | τὴν ἡλικίαν,   παρὰ   τοῦ   δεσπότου   μου καὶ θεο[φ]ιλοῦς π̣[ατ]ρὸ̣ς̣ ἄπ̣[α] Β̣η̣[σᾶ] | τοῦ π̣ρ̣ο̣εστῶ̣[τος] τ̣οῦ πρ[ο]ειρημένου εὐαγοῦς̣ μ̣ο̣ν̣[αστηρίου ἄπα] | Ἱερημίου, ἐν τάξει γενικοῦ κουράτορος καὶ κατὰ νόμους κηδεμ̣ό̣νος̣. | καὶ τοῦτον ἀξιῶ καὶ ἐνορκῶ κατὰ τοῦ παντοκράτορος θ(εο)ῦ προ̣[σ]ώπο[υ] | καὶ τῆς ἐντίμου καὶ ὑπερβαλλούσης αὐτοῦ σωτηρίας, καθ᾽ ὅ̣σο̣[ν] ἐπιε̣ι̣[κῶς] | καὶ σπουδαίως κέχρηται περὶ   πᾶν   ὁτιοῦν   εὐάρεστον   τ̣ῷ̣ [Θε]ῷ | ἀγαθὸν   ἔργον, καὶ τοῦτο τὸ ψ[υ]χωφελὲς κατ᾽ εὐσέβειαν Θ̣(εο)ῦ̣ κ̣α̣ὶ̣ | φιλανθρωπίαν προσθέσθαι ἑαυτῷ, καὶ εἰκότως φροντίζειν | ἐπιμελῶς καὶ ἐπιπόνως τῶν εἰρημένων δειλαίω̣ν̣ μο̣υ̣ | τέκνων καὶ τῶν τούτων ἐλαχίστων πραγμάτων ἄχρι, ὡ̣ς πρ̣ο̣εῖ̣πο̣[ν], | τ[ῆς α]ὐ̣τῶν ἐννόμου ἡλικίας, πρὸς τω αὐτοὺς μὴ ἀδίκω̣[ς] | πλεονεκτεῖσθαι παρ᾽ οἵου δήποτε προσώπου ὡς ὀρφανοὺς [κ]αὶ ἀπ̣ε̣ρ̣ι̣στάτο(υ)[ς], | μὴ δυναμένους μήτε δυνησομένους λογοθε̣τῆσ̣α̣ι̣ [α]ὐτὸν | ἐν ἅπασι   τὸν   εἰρημένον,   καὶ   κατὰ   παράκλησιν   ἐμὴν̣   ἐπ̣᾽   αὐτοὺς̣ | κ̣[αταιδεῖν   ὀφείλοντας τὸν θεο]φ̣[ι]λ̣[έ]σ̣τ̣α[τ]ο̣ν̣ κουράτ[ορα, καὶ] | αὐτῷ πειθαρχῆσαι ἐν ἅπασι ὡ[ς ἐ]μ̣ο̣ί̣. κ̣α̣[ὶ ἐλπίδι χ̣ρ̣ώ̣μ̣ε̣ν̣ο̣ς̣] | ἀγαθῇ, θαρρῶ ὡς οὐ παρόψεται μὴ ποιῆσ[αι πάντα τὰ κατ᾽ εὐσεβῆ τινα] | θεραπεύοντα, διὰ δὴ τοῦτο κέλωρα αὐτῶν [ἀκοῦσαι(?) καὶ προθέσθαι] | αὐτῷ τὴν ἐπικουρίαν καὶ ἐπιμέλειαν α[ὐτ]ῶν δ̣ι̣᾽ [εὐσέβειαν καὶ] | φόβον Θεοῦ, καὶ ὅτι οὐκ ἀθετήσῃ εἰς τού[το(υ)ς, ὑ]πὲ̣ρ̣ σ[ωτηρίας αὐτοῦ]· | εἰ ἀμελήσοι δέ, ὅπερ ἀπείη, τῆς τούτων δ̣[ιοι]κ̣ή̣[σ]εως̣, ε[ἴ]η̣ [ὑπεύθυνος] | τῷ φρικτῷ θ(εο)ῦ βήματι, τὰς ἀπολογίας [παρέ]χων τῷ πα[ντοκράτορι] | Θ(ε)ῷ καὶ ὀρφανοπάτορι ὑπὲρ τῆς ταύτη[ς ἀμελε]ίας· εἰ δὲ ἀ̣[γαθὸν αὐτῶν] | φρόντισμα ποιήσῃ, καὐτὸς ὁ ἱκανοδ̣ό̣τη[ς] Θεὸ̣ς̣ ἀντὶ τῶν πόνων [τούτων] | ἀμείψηται αὐτῷ πλουσίᾳ χειρὶ ἐκ τ[ῶ]ν ἀμυθήτων ἐκείνων [αὐτοῦ(?)] | ἀγαθῶν τὰ ἀντάμοιβα μυριαντα̣πλασίως, καὶ πολυχρόνιον [αὐτὸν κατα-]|στήσῃ, ἕως οὗ ἐν ἀπολαύσ\ε/ι γένηται πάσης ἐλπίδος   αὐτοῦ   καὶ̣   [σωτηρίας]. | ἐγὼ   γὰρ   ὁ   δείλαιος   εἰς   ὅδον πάντων πορεύσομα̣ι̣, δεόμενος ἱ[λασμοῦ καὶ] | π̣ρε\σ/βε̣ί̣ας ἁπάντων, καὶ χάριν ἀνθ᾽’ομολογῆσαι αὐτῷ τούτων ἕ̣ν[εκ]ε[ν οὐκ] | ἔ̣τι δ̣᾽   [ἐ]ξευ̣ρίσκω.   [τ]ὴν   δὲ   ἐμὴν   θείαν,   ὀνόματι vac. ? | ἀ̣ξ̣ι̣ῶ̣   κ̣α̣ὶ̣   β̣[ού]λ̣[ο]μ̣α̣ι ἐ[πιζ]ητεῖν, ὅθεν ἐπίστατα[ι, τ]ὸ̣ν̣ .ι̣κ̣.ρ̣............. | ἄ̣ρ̣γυ̣ρ̣ον̣, κείμενον ὄντα παρὰ τῷ δανιστῇ, ὃν, τι[μήματος ὅσου ἐστίν], | αὐ̣τῷ ὑ̣πεθέμην ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δ[ικαίῳ, καὶ μερίζειν] | τοῦτων καὶ πιπράσκειν το̣ῖ̣ς βουλομένοις,   ἅ̣μ̣α̣   τ̣[ε   καὶ   φ̣υ̣λ̣ά̣τ̣τ̣ε̣σ̣θ̣α̣ι̣] | τὸ   τ[ού]του τίμ̣ημα, καὶ πρῶτον μὲν ἀποπ̣λ̣η̣[ροῦν τὸν εἰρη]μένον χρήσ̣τ̣[ην] | ἐκ τούτου τὸ δάνιον, εἶτα δὲ μετα̣[λαβεῖν τὸ περιττευ]όμενον κα[ὶ τὸ] | πλεῖον τιμήματος ο[ἰ]κειοῦσθ[αι αὐτῇ, εἰς λόγον τῶν ἀ]ποτροφίμω̣[ν] | αὐ̣τῆς, ἐφ᾽ ὅλον τὸν τῆς ζώ[ης] χρόνο[ν, μέντοι γε μὴ δυνησα]μένης πώπο[τε] | ἕτερόν τι ἐπιζητεῖν π̣ρᾶ[γμα πρὸς τοὺς ἐμοὺς κληρονόμ]ο̣υ̣ς μ̣ή̣[δε] | κἀκείνους πρὸς αὐτὴν π̣[ερὶ τούτου ἀντιποιήσεσθαι καθ᾽ οἷον δήποτε] | τρόπον καὶ λόγον καὶ χρό[νον καὶ τόπον, ἀλλ᾽ ἐμμεῖναι τοῖς προορισθεῖσι], | διὰ τὸ ἑκάτερον μέρος ο[ὕτως   - ca. 10 -   ἀνειληφ]έ̣ναι   τὴν   [ἐ]κ̣   [π]λήρου̣[ς] | ἑαυτῷ   ἁρμόττουσαν   κα̣[ὶ ........]κ̣ονι̣[..].[.. κλ]ηρονομίαν [ἔ]νστασιν. | βούλομαι δὲ καὶ κελεύω κ̣αὶ πάλ̣[ιν δω]ροῦμαι τῷ προειρημένῳ ἁγίῳ μονα̣σ̣[τηρίῳ] | Ἄπα Ἱερημίου, διὰ τοῦ θε[οφ]ιλεστάτ[ου] Ἄπα Βησᾶ τοῦ προλεχθέντος ἡγουμένο[υ] | καὶ τῶν μετ᾽ αὐτὸν μετ[απ]αραληψο̣μένων τὴν τοῦ τόπου ἡγουμενί̣α̣ν̣, τὸ και[νὸν] | σκαφίδιον μου ἐκ τῶν ἐμῶν δύο σκαφιδίων ἐξηρτισμένω[ν], μετὰ πάσης | αὐτοῦ ἐξαρτίας ὡς ἔ̣στιν κ̣α̣ὶ̣ τῆς προκτ̣ητικῆς ἐγγράφου [πράσ]εως, ἐλθὸ[ν] | εἰς ἐμὲ̣ ἀ̣π̣ὸ ἀ̣[γορασ]τικοῦ δ̣ικαίου παρά τινων Ἀνταιοπολιτῶν, παρ᾽ ὧν κ̣ε̣ιμέν̣[ην] | ε̣ἰ̣ κ̣α̣ὶ̣ ἔ̣σ̣χ̣ον̣ κα[τ]έχω τὴ[ν] πρᾶσιν ἧν ἀρτίως βούλομαι ἐκδοθῆ[ναι   τ]ῷ   αὐ̣[τῷ]   τόπῳ | ὑπὸ   πᾶσαν   αὐτοῦ   ἐξουσίαν   [ε]ἶνα̣[ι]   δ̣[ιην]ε̣κῶς αὐτοτ̣ε̣λ̣ῆ̣ κ̣α̣ὶ̣ α̣ἰώ̣[νιον] κ̣α̣τ̣ο̣χὴ[ν] | καὶ κυριότητα καὶ χρῆσι̣ν̣ κ̣α̣ὶ κομ̣ι[δὴ]ν προσόδου αὐτοῦ, ὡ̣ς̣ ε̣ἴ̣κ̣ο̣ς̣ [το]ῦτ̣ο | ὑπὲρ ἀφέσεως ὁμοίως τῶν ἐμῶν π̣λ̣ημμελημάτων πρὸς̣ Θ(εὸ)ν̣ κ̣α̣ὶ̣ [ψ]υχῆ[ς] | ἐμῆς \εἰς/ ἴ[ασ]ιν. ἐπειδ̣ὴ̣ δὲ εὐλόγως χρ̣εωστῶ τῷ λ̣αμ[π]ρ̣(οτάτῳ) κ[υ]ρ̣[ί]ῳ | Χριστοφόρῳ υἱῷ Θεο̣δ̣ώρου νομίσματα πεντήκοντα εὔστα[θμα ἁπλᾶ] | ζύγῳ Ἀντινόου, ἀξιῶ ὁμοίως τὸν θεοφιλῆ ἡγούμενον ἄπα̣ Β̣[ησᾶν] | λαβεῖν ταῦτα παρὰ Πέτρου τοῦ θαυμασιωτάτου ὑποδέκτου ἐκ̣ [τῶν] | χρεωστουμένων μοι παρ᾽ αὐτοῦ ὑπὲρ τῶν ἐθείμων μου [ἀννωνῶν], | ἤτοι τῶν νομισματίων ἑξήκοντα , ἀκολούθως τῷ παρ᾽ ἐμ̣ο[ῦ δ̣ε̣δ̣ε̣γ̣μ̣έ̣ν̣ῳ̣] | δικαστικῷ προστάγμ[ατι, ὑπ]ὲρ τ̣ῆς̣ [π]α̣ρ̣[ο]ύ̣σ̣ης̣ τε[τ]άρτης ἐ[πινεμήσεως], | καὶ ἀποδοῦναι αὐτῷ καὶ ἀναλαβεῖν εἰς χιασμὸν τὴν ἐ̣[νεχυρασίαν(?)] | ἣν ἔχει ὑπὲρ τούτω[ν]. βούλομαι δὲ   καὶ   κελεύω   ἀπο[νέμεσθαι] | κατ᾽   εὐσέβειαν   Ἀθανασίῳ   τῷ   τρεφομένῳ   π̣[αρ᾽]   ἐ̣μ̣οῦ,   τῇ ἐ[πιφανείᾳ(?)] | καθ’᾽ ἔτος, λόγῳ ληγάτου, ἐκ τῆς ἐλαχίστη[ς μου π]εριουσί̣[ας, μέχρι τῆς] | ἐννόμου αὐτοῦ ἡλικίας καὶ μόνης, σίτου ἀρτάβα̣ς δέκα καὶ [κριθῆς(?)] | τέσσαρας , ἐλαίου ξέστας δώδεκα , ο̣ἴ̣νου   ἀγγῖα   εἴκοσι . μ̣[ετὰ   δὲ   τὸ   αὐτὸν] | ἐφικέσθαι   τῆς   αὐτῆς   μεγίστης ἡλικίας, ὡς ἔφ[η]ν, βού[λομαι     τοίνυν]     |     τὸ     προειρημένον     ληγ̣ᾶ̣τον   ἀ̣ποκοπῆναι   καὶ   ἀνα̣τρα̣[πῆναι   καὶ] | [ἀνασ]τ̣έλ\λ/εσ̣θ̣α̣ί μοι ἤτ̣οι τ̣[οῖς] ἐμ̣οῖ̣ς κ[λη]ρονόμοις, ὥσπερ ἐ[πίκτητον] ?, | [εἰ]ς̣ τὸ ἀδιανέμητον. καὶ ἐπ̣ὶ τού̣τ̣ο̣ι̣ς̣ [κα]ὶ ἐπὶ π[ᾶσ]ι τ[οῖ]ς [διατυπωθεῖσι] | καὶ ὁρισθεῖσι παρ᾽ ἐμοῦ, κα̣τεθέμην καὶ διεθέμην τὴ[ν παροῦσαν] | διαθηκιμα̣ίαν βούλησιν μετὰ πάσης ἀκριβολογί̣[ας] κα̣τ̣᾽ [ἔγγραφον] | βο̣υ̣[λ]ημάτιον κύριον καὶ βέβαιον, ἐπὶ βασιλείας καὶ ὑπατε[ίας] | το[ῦ] θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ [αἰωνίου αὐγ(ούστου)] | αὐτοκράτορος ἔτους πέμπτου, Ἁθὺρ τοῦ μηνὸς παρόντο[ς ἐννεακαι-]|δεκάτῃ τῆς παρούσης τετάρτης ἐπινεμήσεως. ἐν Ἀντι(νόου) [πόλ(ει) τῇ λαμπρο(τάτῃ).]
 

 
►  Bibliography
 
 
Wenger, ZSS, 32, 1911, pp. 325 ss. ; Lewald, ZSS, 33, 1912, pp. 627 ss. ; Maspero, Catalogue général des antiquités égyptiennes du Musée du Caire : Papyrus grecs d'époque byzantine, II, Cairo, 1913, n. 67151 and 67152 ; Heisenberg & Wenger, Byzantinische Papyri in der Königlichen Hof- und Staatsbibliothek zu München, Leipzig-Berlin, 1914, pp. 100 ss. ; Preisigke, Sammelbuch griechischer Urkunden aus Ägypten, Strasbourg, 1915, p. 481 ; Bell, Greek papyri in the British Museum : Catalogue, with texts, V, London, 1917, pp. 84, 180 and 279 ; Kreller, Erbrechtliche Untersuchungen auf Grund der graeco-aegyptischen Papyrusurkunden, Leipzig-Berlin, 1919, pp. 212 ss. ; Taubenschlag, St. Bonfante, I, Milano, 1930, pp. 426 ss. ; Arangio-Ruiz, FIRA III, Firenze, 1943, pp. 193-198, n. 66 ; Monks, Speculum, 28, 1953, pp. 349-362 ; Wenger, Die Quellen des römischen Rechts, Wien, 1953, pp. 136, 753, 770, 803, 829 and 827 ; Bataille, Les papyrus, Paris, 1955, Pl. X ; Studi in onore di Aristide Calderini e Roberto Paribeni, Milano, 1956, p. 419 ; Rees, Papyri from Hermopolis : And other documents of the Byzantine period, London, 1964, pp. 47 and 55 ; Hazard & Wagner, Legal thought in the United States of America under contemporary pressures, Brussel, 1970, pp. 46-47 and 52 ; Akten des XIII. Internationalen Papyrologenkongress (Marbourg-sur-Lahn, 1971), München, 1974, p. 233 ; Kaser, Das Römische Privatrecht, II, München, 1975, pp. 158, 224, 482 and 496 ; Actes du XVe Congrès international de papyrologie (Bruxelles-Louvain, 1977), Bruxelles, 1978, p. 46 ; Lloid-Jones in Keydell, Kyklos, Berlin, 1978, p. 91 ; Oleson, Greek and Roman Mechanical Water-Lifting Devices : The History of a Technology, Toronto, 1984, p. 144 ; Studi in onore di Arnaldo Biscardi, V, Milano, 1984, pp. 163, 165 and 172 ; Amelotti & Migliardi, Legum Iustiniani Imperatoris Vocabularium, Milano, 1985, p. 13 and 67 ; Bagnall, Studies in Roman Law in Memory of A. Arthur Schiller, Leiden, 1986, pp. 2-3 ; Gascou & MacCoull, Travaux et mémoires, 10, 1987, p. 109 ; Pintaudi & Sijpesteijn, Tavolette lignee e cerate da varie collezioni, Firenze, 1989, p. 145 ; Beaucamp in Simon, Eherecht und Familiengut in Antike und Mittelalter, München, 1992, pp. 62-63 and 73 ; Beaucamp, Le statut de la femme à Byzance (4e-7e siècle), II, Paris, 1992, pp. 174 and 178 ; Décobert, Itinéraires d'Égypte : Mélanges offerts au père Maurice Martin S.J., Cairo, 1992, p. 114 ; Jones, Martindale & Moris, The Prosopography of the later Roman Empire, III, Cambridge, 1992, p. 311 ; Pestman & Rupprecht, Berichtigungsliste der griechischen Papyrusurkunden aus Aegypten, VIII, Leiden, 1992, p. 73 / IX, p. 44 / XII, p. 46 ; Simon, Eherecht und Familiengut in Antike und Mittelalter, München, 1992, p. 63 ; BIFAO, 93, 1993, p. 228 ; Kuehn, ZPE, 97, 1993, pp. 103-104 ; Amelotti & Zingale, Legum Justiniani Imperatoris Vocabularium, Subsidia, IV, Torino, 1994, p. 184 ; Wipszycka, JJP, 24, 1994, p. 39 ; Krause, Witwen und Waisen im Römischen Reich, III, Stuttgart, 1995, pp. 88 and 104 ; van der Eijk & Horstmanshoff, Ancient medicine in its socio-cultural context : Papers read at the congress held at Leiden University, 13-15 April 1992, I, Amsterdam, 1995, p. 164 ; L'Argenterie romaine de l'Antiquité tardive, Turnhout, 1997, p. 371 ; Balard, Eupsychia : Mélanges offerts à Hélène Ahrweiler, I, Paris, 1998, pp. 100-101 ; Beaucamp & Dagron, La transmission du patrimoine : Byzance et l'aire méditerranéenne, Paris, 1998, p. 23 ; Burgmann, Fontes minores, X, Frankfurt am Main, 1998, pp. 44 and 46-47 ; Fournet, Hellénisme dans l'Égypte du VIe siècle : La bibliothèque et l’œuvre de Dioscore d’Aphrodité, Cairo, 1999, pp. 257 and 321 ; Beaucamp, Revue des études byzantines, 59, 2001, p. 169 ; Beaucamp, Subseciva Groningana, 7, 2001, pp. 1-13 ; Palme, Wiener Papyri als Festgabe zum 60. Geburtstag von Hermann Harrauer (P. Harrauer), Wien, 2001, p. 139 ; Torallas Tovar, Aquila Legionis, 1, 2001, p. 132 ; Eldamaty & Trad, Egyptian Museum Collections around the World : Studies for the Centennial of the Egyptian Museum, Cairo, 2002, pp. 404-405 ; Melaerts & Mooren, Le rôle et le statut de la femme en Égypte hellénistique, romaine et byzantine, Leuven, 2002, p. 204 ; MacDonald, Twomey & Reinink, Learned antiquity : Scholarship and society in the Near East, the Greco-Roman world, and the early medieval West, Leuven, 2003, pp. 117 and 136 ; Nutton, Ancient Medicine, London-New York, 2004, p. 417 ; Papathomas, Fünfunddreissig griechische Papyrusbriefe aus der Spätantike, München-Leipzig, 2006, pp. 4, 89 and 208 ; ZPE, 156, 2006, p. 225 ; Arjava & Fiema, The Petra papyri, III, Amman, 2007, pp. 1 and 3 ; Bagnall, Egypt in the Byzantine world, 300-700, Cambridge, 2007, pp. 274-275 ; Banaji, Agrarian change in late antiquity : Gold, labour, and aristocratic dominance, Oxford, 2007, p. 125 ; Delattre, Papyrus coptes et grecs du monastère d'apa Apollô de Baouît conservés aux Musées royaux d'Art et d'Histoire de Bruxelles, Bruxelles, 2007, p. 290 ; Gascou, Fiscalité et société en égypte byzantine, Paris, 2008, pp. 120, 253 and 285 ; Holman, Wealth and poverty in early church and society, Grand Rapids, 2008, pp. 94 and 97-99.
 
 
►  Source : Papyrus from Antinoopolis.