DIVORTIUM
COMMUNI CONSENSU Contract between Aurelius Menas and Aurelia Maria ( May 7, AD 568 ) |
P. Cair. Masp. II, 67153 ( Duke Data Bank of Documentary Papyri ). |
[†
βα]σιλείας καὶ ὑπ[ατ]είας τοῦ θειοτάτο[υ ἡμῶν δ]εσπότο(υ) Φλαυΐ̣[ου]
| [Ἰουστίνου τοῦ αἰωνίο(υ)] αὐγούστο(υ) Α[ὐτοκρ]ά̣[τ]ορος ἔτους τρί[τ]ου̣,
| [Πα]χὼν δωδεκ[άτῃ, ἀ]ρχῆς δευτ[έρας ἰν]δ(ικτίονος). ἐν Ἀντι(νόου)
πόλ(ει) τῇ λαμ̣προ(τάτῃ). |
Αὐρήλιος Μ̣η̣[νᾶς υ]ἱὸς Ὡρουωγχίο(υ), ἐ[κ μη]τρὸς Τσίας κραμπιτ̣ᾶ̣ς̣,
| [ἀπ]ὸ τῆς Ἀντι(νοέων)
πόλε(ως), Α̣ὐ̣ρηλίᾳ Μαρίᾳ [θυγατ]ρ̣ὶ
Βίκτορος, τῇ συν-| [α]φ̣θείσῃ̣ μ̣οι ὡς εἴθ̣ε μήποτε γαμετ[ῇ] ,
ἀπ]ὸ τῆς αὐτῆς πόλεως̣. | [τ]όδε τὸ ῥεπούδιον τῆς ἀποζυγῆς τίθ[εμα]ί
σοι καὶ διαπέμπομ[αι] | ἐπὶ τοῖς ἐφεξῆς λόγοις· πρώην συ[νή]φ̣θην σοι
πρὸςγάμο̣[υ] | καὶ βίου κοινωνίαν ἐπὶ χρήσταις ἐλπίσι[ν] καὶ τ̣[έ]κνων
σπορᾷ, | οἰόμενος ἐκτελέσαι μετὰ σοῦ εἰρηνικὸν σε̣μνὸν συνοικ[έ]σ̣ιον,
| ἔκ τε τῶν ἐναντίων οὐκ οἶδα πόθεν, ἔκ τινος φθόνο(υ) πο[ν]ηρο[ῦ] |
δαίμονος, ἀηδεία \τις/ σκληρωτάτη κατὰ μέσον ἡμῶν ἀμφοτέρων̣ | ἐξεγένετο
καὶ ἐπεμβρίσατο ἡμᾶς ἀποχωρισθῆναι ἀπ᾽ ἀλλήλων
το̣ῦ̣ | κοινοῦ ἡμῶν συνοικεσίου, καὶ μηκέτι ἡμᾶς συνδιαιτᾶσθαι | ἀλλήλοις
ἐπὶ τὸν διηνεκῆ χρόνον. κατὰ τοῦτο ὁμολογῶ ἐγὼ | ὁ προγεγραμμέ(νος)
Μηνᾶς, διὰ ταύτης μο(υ) τῆς ἐγγράφο(υ) διαλύσεως | ἤτοι διαίσεως, μηδένα
τοῦ λοιπο(ῦ) λόγον ἔχει\ν/ μήτε ἕξειν [πρὸς
σὲ] | ἀπεντεῦθεν ἤδη περὶ οἵου
\δήποτε/ πράγματος ἐγγράφο(υ) ἢ
ἀγράφο(υ), μ̣[ήτε] | περὶ γάμων μήτε περὶ ἕδνων μη[τε] περὶ ἀναλωμ[άτων]
| γάμων μήτε μὴν περὶ προικὸς ἢ οἵων δήποτ̣[ε οἰκο-]|σκευῶν συνεισηνεγμένων
ἀλλήλοις παρ᾽ ἀ[λλ]ήλ̣[ων], | διὰ τὸ ἐ[μὲ]
ὑφὲν ἐφ᾽ ἅπ[ασι] ἀπηλλάχθαι καὶ δ[ιαλε]λ̣ῦσ̣[θαι
πρὸς] | σέ, κ[αὶ δ]ιὰ τὸ σὲ πρὸς [ἐμ]ὲ ἐν ἅπα[σ]ι̣· καὶ οὐκ
ἐξ̣[εῖναί μοι κρίνειν] | κατὰ̣ [σο(ῦ)] ἐν δικαστηρ̣[ίοι]ς
ἢ ἐκτὸς̣ [δ]ι̣καστη[ρίων, μικροῦ] | ἢ με̣[γάλο(υ)], περὶ
οὐδέ[νος τ]ὸ̣ σ̣ύνολ̣[ον], καὶ
ἐξε̣[ῖναι ἑκατέρῳ] | μέρ[ει ἡμ]ῶν
ἑτέρῳ γ[άμῳ] προσομ̣[ιλ]ῆσαι, διὰ̣ [τὸ ἀμφοτέρους] | ἡμ[ᾶς τοῦ]το τὸ
ῥεπο̣[ύδιο]ν πρὸς [ἀλ]λήλ̣[ους διαπέμψασθαι]. | κα̣ὶ̣ [εἰ συμβ]α̣ίη
τινα ἐξ ἡ[μῶν πα]ραβ[ῆ]ναι τα[ῦτα τὰ προγεγραμμ(ένα) καὶ] | ἐπεξ̣[ελθ]εῖν
κατὰ τοῦ ἑτέ̣[ρου π]ερὶ οἵο̣[υ δ]ήποτε π̣[ράγμ]α̣[τος, παρέξει] | τὸ
παραβαῖνον μέρος τῷ ἐμμ[ένο]ντι χρ[υσο(ῦ) ν]ομίσμ(ατα) ἓ̣[ξ(?) ζυγ(ῷ)]
| δημ(οσίῳ) Ἀντι(νόου), ἔργῳ καὶ δυνάμει ἀπαιτούμ[εν]α, καὶ καταβ̣αλ̣λόμενα
ἀ[μάχως(?)] | δ[ί]χ̣[α κ]ρ̣ίσεω[ς κ]αὶ δίκης καὶ οἵας δήποτ[ε] εὑρεσιλογί[ας
καὶ τὸ] | γράμμα τούτο[υ] τοῦ ῥεπουδίου ἐθέμ[ε]θα πρὸς ἀλλήλ[ους] |
δισσὸν γραφέ̣ν̣, \καὶ/ ἐξεδόμεθα μεθ̣᾽
ὑπογραφ(ῆς) τοῦ ὑπ(ὲρ) ἡμῶ[ν
ὑπο]γραφ(ομένων) | καὶ ἐπερ(ωτηθέντες) ὡμολ̣[ογ(ήσαμεν)]. †
Αὐρήλιος Μηνᾶς υἱὸς Ὡρουωγχί[ου] κ̣[ραμπ]ιτ(ᾶς), | ὁ προγεγραμμ[έν]ος,
ἐθέμην τοῦτο τὸ ῥεπούδιον τῆς διαλ[ύσεω]ς | τα[ύ]της ἐπὶ π[ᾶ]σι τοῖς
ἐγγεγραμμέ(νοις) ἐπὶ τῷ προστίμ(ῳ) ὡς πρ[όκ(ειται). †
Α]ὐρήλ(ιος) | Μ̣αγίστωρ Ὡρ̣ουωγχίου ἀπὸ Ἀντι(νόου), ἀξιωθ(είς), ἔγραψα
ὑπ(ὲρ) αὐτοῦ γράμμ[ατα μὴ]
εἰδότος, | παρόντος καὶ εἰπόντος μοι κατὰ πρόσωπον̣ ὡς πρόκ(ειται).
† |
|