FOENUS Interest-bearing loan ( February 25 - March 26, AD 569 ) |
P. Cair. Masp. III, 67309 ( Duke Data Bank of Documentary Papyri ). |
†
χμ̣γ̣ / / | []
βασιλείας καὶ ὑπατείας τοῦ θειο̣τ̣άτ̣[ου ἡμῶν δεσπότ]ο(υ) Φ[λ(αυίου)
Ἰουστίνου] | τοῦ αἰωνίου αὐγούστου αὐτο̣κρά̣[τορος] ἔ̣τ̣ου̣ς τετάρτο(υ),
Φαμ[ενὼθ .....] | δευτέρας ἰνδ(ικτί)ο(νος), ἐν Ἀντινόου π[ό]λε̣ι̣
[τῇ λαμπροτ]άτῃ. | Φλαύιος Ἰω̣[άνν]η̣[ς υἱ]ὸ̣ς Ἀκ[ακ]ί̣ο̣(υ), ἐκ μητ̣ρ̣ὸς
Μάρθας τῆς μακαριωτ(άτης), | διασημότ[(ατος)] [βοηθὸς λογ]ι̣στ̣[η]ρίο(υ)
καὶ ψηφιστὴς, ὁρμώμενος μὲν | ἀπὸ τ̣ῆ̣ς̣ λ̣αμ̣[προ(τάτης) Λύκων π]όλεω[ς],
κατα̣μ[έν]ων δὲ πρὸ πολλοῦ ἐνταῦθα | ἐπὶ τα̣[ύ]τη[ς τῆς καλλιπόλεως
Ἀντι]ν̣ο̣έ̣ων, Αὐρηλίᾳ Μαρίᾳ θυγα̣τ̣ρ̣ὶ̣
| Κυ̣ρ̣ι̣ακο̣[ῦ] τ[οῦ ἐ]λ̣λ̣[ογ]ι̣μ̣[ωτά]τ[ο(υ)
σχο(λαστικοῦ), υἱο(ῦ) το(ῦ) τῆς ἐ]ν̣δόξο(υ) μνήμης [Θ]ε[ο]δ̣οσί̣ο̣(υ)
ἰ̣λ̣λ̣ο(υ)στ̣ρ̣(ίου), | χηρεύουσα, ὁρμωμένη καὶ αὐτὴ ἀπὸ τῆσδε τῆς Ἀντι(ν)ό(ου)
πό(λεως) χ[αίρειν]. ὁμολογῶ | ἐγὼ ὁ π̣ρογεγραμμένος Ἰωάννης, βοηθὸς
λογιστηρίο(υ) (κ̣α̣ὶ̣) ψ̣η̣φ̣ι̣σ̣[τ]ὴς παιδευτηρίο(υ) τ̣ῆ̣ς̣ | Ἀντινόο(υ),
διὰ ταύτης μου τῆς ἐγγράφου ὑ̣ποθηκιμαίας ἀσφαλείας, ἐσχηκέναι | καὶ
δεδανεῖσθαι παρὰ σοῦ διὰ χειρός σου
εἰς χεῖράς̣ μο(υ) καὶ ἀναγκαίας̣
χ̣ρ̣εία̣ς, | χ[ρυ]σοῦ κεφα[λ]α̣ίο(υ) δεσ̣π̣οτικῶν δοκίμ[ων] νομισμάτια
δεκαπ̣έ̣[ντ]ε̣ ὁμοῦ | [πα]ρὰ κεράτια ὀγδοήκοντα τέσσαρα ζ[υγῷ δη]μοσίῳ
Ἀντινόο(υ)· γί(νεται) χρ(υσοῦ) νομισμάτια ιε ὁ(μοῦ) π(αρὰ) κερ(άτια)
πδ τῷ | αὐτῷ̣ ζυγῷ καὶ σταθμ̣ῷ δημοσίῳ Ἀ̣ν̣τιν[όο(υ)]. κ̣αὶ ταῦτα ἑτοίμως
ἔχω ἐγώ τε κ(αὶ) παντοῖοί | μου κληρονόμοι παρασχεῖν σοί τε
καὶ [παντὶ τ]ῷ̣ κυρίως
ὑπὲρ σο(ῦ) ἀεὶ πράττοντι, | ἐν δυσὶ διαδόσεσι, ὁπότα̣ν̣ βουληθῇς, δίχα
πά[σ]ης ἀγνωμοσύνης καὶ ὑπερθέσεως, | οὕτως· τὰ μὲν νομίσμα<τα>
ἓξ ἐκ τούτων, παρὰ κεράτια πέντε ἑκάστου τῷ
| αὐτῷ ζυγῷ, ἀτοκὶ ὑπάρχειν·
καὶ ὑπὲρ πίστεως καὶ ἀσφαλείας τῆς το(ῦ) προκειμέ(νου)
| χρέους ἀποδόσεως, ἐντεῦθεν ἤδη ὑποτίθημί̣ σοι καὶ ὑπεθέμην, ἐν τάξει
| ἐ̣ν̣εχύ̣ρ̣ου καὶ λόγῳ ὑποθήκης
δικαίῳ, τὴν ὑπάρχουσ̣άν μοι καὶ διαφέρο(υ)σα[ν]
| ὁλόκ[ληρον] ἐξέδ[ραν] ν̣ε̣[ύο(υ)σα]ν̣ ἐπὶ ἀπηλιώ̣[την, σὺν τῆς] ἐ̣κτ̣ὸ[ς]
κ̣[ατ]αγαίο(υ) καμάρας | ἤτοι κ̣[ύπ]ης, τὴν ο̣ὖ̣σ̣αν ἀπὸ τῆς̣ ἐμῆς οἰκίας
τ̣ῆ̣ς δ̣ι̣[ακει]μ̣έ(νης) ἐπὶ τ̣ῆ̣ς [ῥύμης ἀ]μ̣φό̣δ(ου) (?) | ταύτης
τῆ[ς] Ἀντινοέων, παρακάτω τῆς ταύτης Ὁμονοίας, ἠνεῳγμένης̣ | ἐπὶ τὸν
οἶκον τοῦ τῆς̣ ἀρίστης μνήμης Γενναδίο(υ) τοῦ ἀπὸ
σκριν[ι]αρ(ίων) τῆς δου(κικοῦ) τάξεω\ς/, | ἐπ᾽
ἀπηλιώτην, σὺν α̣ἱ̣ρ̣οῦντι τῇ αὐτῇ ἐξέδ̣ρ̣ᾳ̣ μέρ[ει] τ̣ο(ῦ) ἐκεῖσ̣ε̣
φ̣ρ̣έατος καὶ ἀναλογο(ῦ)[ντι], | καὶ τῷ αὐτῆς ὁλ[ο]κ̣λήρ̣ῳ̣ δ̣ωματ[ί]ῳ̣
καὶ αὐλῇ [καὶ παντ]ὶ δικαίῳ̣ καὶ πᾶσ̣ι̣ χρ̣ηστηρίο̣ι[ς] | κατὰ τὸ αὐτὸ
ἀναλογοῦν ταύτῃ μ̣έ̣ρ̣ο̣ς̣, καὶ τῇ̣ π̣[αρ]ό̣δῳ καὶ ἀνόδῳ κ(αὶ) κ̣αθόδῳ
καὶ ἐξό̣δ̣[ῳ] | τ̣α[ύτ]η̣[ς] τ̣ε̣θ̣υ̣ρ̣[ωμ]ένης καὶ κεκλειδω̣[μένης],
ἐφ᾽ ᾧ ταύτην ε̣ἶ̣ν̣α̣ι̣ ὑ̣π̣ὸ σὲ καὶ ὑ̣πὸ | τ̣ο[ὺς] σ̣οὺς κληρονόμους
ἀεί ποτε ἄ̣νε̣υ̣ ἐνοικίου, εἰς οἴκη̣σίν τ̣ε καὶ χρῆσιν | [ὑ]μ̣ῶν, ἀντὶ
τῆς παραμυθίας τοῦ πρ[οκ]ειμένου χρέους τῶν αὐτῶν μ̣όν̣ων | ἓ̣ξ̣ ν̣ομισμάτων
μέχρι ἐπιλύσεω[ς] κ̣α̣ὶ̣ ἀ̣π̣[ο]δ̣όσεως το̣(ύ)των. καὶ ἑ̣τοίμως | ἔχω
ἐ̣γ̣ώ τε καὶ παντοῖοί μου κληρονόμοι̣ φ̣υ̣λ̣άξαι ὑ̣π̣ὸ̣ σ̣ὲ̣ τὴν καθαρὰν
| νομ̣ὴ̣ν καὶ δεσποτείαν ἄπρατον ἀν̣υπόθε̣τ̣ο̣ν ἀνεπιδάνειστον ἑτέρῳ̣
δανείῳ | ἀνυπ̣άλ̣λακτον, μὴ προυπ̣οκειμ̣ένη̣ν οἵῳ δήποτε ὀφ̣λ̣ήματι
| δημοσίῳ [τε] καὶ ἰδιωτικῷ, [ἥνπ]ερ [ν]ομ̣ή̣ν [σο]ι ἀ̣κ̣ερ̣αίαν ἐ̣ντεῦ̣θεν̣
[ἤδη] | παραδέδωκα ἐπὶ τῷ π̣ρ̣ο̣κ̣[ειμ]έ̣ν̣ῳ μ̣όνῳ χρ̣έει [τῶν αὐ]τ̣ῶ̣ν
ἓξ [νομ(ισμάτων)], ― | τὰ δὲ ἐννέα
νομίσματ̣α, ἑκάστου παρὰ κερ(άτια)
ἓξ ζυγ(ῷ) Ἀ̣ν̣[τι(νόου)], ἑτοίμ̣ως ἔχω̣ | καταβ̣α[λεῖν]
σο̣[ι εἴσω - ca. 11 - ].. μ̣ε̣τ̣ὰ̣
τῆς αὐτ̣ῶ̣ν̣ κ̣ατ̣ὰ̣ μ̣ῆ̣[ν]α̣ | ἐπικερδ̣ί̣[ας, τοῦτ᾽ ἔστιν ἀ]ργυρίο(υ)
ταλάντων τριακοσίων ἑκάστ[ου] | [νομ]ίσ̣μ̣α[τος τῶν ἐννέα ], ψηφιζομένο(υ)
τοῦ χρόνο(υ) τῶν τόκων | ἀπὸ νεομ[ηνίαςΦαρμο(ῦ)θι] μ̣η̣νὸς τ̣[ῆς] παρούσης
δευτέρας ἰνδικ(τίονος) ἄχρι | ἀ̣ποδόσεως το(ῦ) προκ(ειμένου) χρ[έους
τῶ]ν [αὐ]τῶ[ν] ἐ̣νν[έα] μόνων νομισμάτ(ων). | κ̣α̣ὶ̣ ὑπὲρ πίστεως καὶ
ἀσφαλεία̣[ς] τ̣ο̣(ῦ) α̣ὐ̣τ̣ο̣(ῦ) [π]α[ρόν]τ̣ο̣ς̣ [χρέο]υ̣ς̣, τὴν προγ̣ενεστέραν
| πρᾶσι̣ν̣ [τῆ]ς̣ προειρημέ(νης)
[οἰ]κία̣ς̣ μ̣ε̣τ̣ὰ̣ π̣αντ̣ὸ̣ς αὐτῆς
το(ῦ) δικαίο(υ) παρακατ-|έ[σχ]ηκ̣άς̣ [μο(υ)]
ἐ̣ν τάξει ἐνεχύρο̣υ̣ τῶν α̣ὐ̣τῶν̣ ἐ̣ννέα νομι̣σ̣μ(άτων) μόνων, | [ἐφ᾽
ᾧ σε ταύ]την ἔχειν κα̣ὶ̣ κ̣[ατακυριεύ(?)]ειν παρὰ σεαυ̣[τ]ῇ̣
ἄ̣χ̣ρ̣ι̣ ἀ̣π̣ο̣-|[δόσεως το(ῦ) προκειμένου χ]ρ̣έ[ους] κ̣[α]ὶ̣ [ - ca. 19 - ]εο̣υ̣ς̣
| ε̣.......υο̣υσ̣.ς κ̣....βλα̣...ο̣υ̣ς̣ .......με̣ν̣η̣ς̣
π̣αρ᾽ ἐ̣μ̣ο̣(ῦ) | νῦν. κ̣α̣ὶ̣ [ε]ἰ̣ς̣
σ̣ὴ̣ν̣ ἀ̣σφάλει[α]ν <ἐ>θέμην σ̣ο̣[ι τ]αύ̣τ̣[η]ν τὴν ὑποθήκην |
κυ[ρίαν οὖσ]αν καὶ βε̣β̣α̣ί̣αν παν̣τ̣α̣χο(ῦ) πρ̣ο̣φ̣ερομένην, μεθ᾽ ὑπο[γρα]φ(ῆς)
| τοῦ [ὑπὲρ ἐμοῦ ὑπογρ]άφοντος καὶ συνηθῶν μαρτύρων, ὑποκε̣ι̣μένων |
σοι ε̣[ἰς τὸ τὰ προγεγραμ]μέ(να) σύμφω̣να̣ [παρ᾽] ἐ̣μο(ῦ) φυλαχθῆναι
καὶ πέρ̣ατι | δοθῆν[αι καθάπερ ἐκ δίκ]η̣ς, π̣άν̣[των τῶν ὄ]ντ̣ων μοι
καὶ ἐσομένων | π̣ρ̣α̣γ̣μ[άτων]. κ(αὶ) ἐφ᾽ ἅπαντα ἐρ̣ω̣τηθ[εὶς] ὡμολόγησα
|
|