MANDATUM Power of attorney given to the lawyer Fl. Dioscoros by Aurelia Athanasia on the subject of her father's inheritance ( September 28, AD 566 ) |
P. Cair. Masp. II, 67161 ( Duke Data Bank of Documentary Papyri ). |
[
βασιλείας καὶ ὑ]π̣α̣[τείας]
τοῦ [θειοτ]άτο[υ ἡ]μῶ[ν δε]σπότο[υ]
Φλ(αυίου) Ἰο̣[υστί]νου τοῦ αἰω[νίου] Αὐγούστου
Α̣ὐτοκράτορ[ο]ς ἔτους πρώτου, Φαῶ̣φι
νε̣[ομηνίᾳ] | πε[ν]τεκαιδεκάτη[ς ἰ]νδ(ικτίονος). ἐν Ἀντι(νόου) πόλ(ει)
τῇ λαμπρο(τάτῃ). | Αὐρ[ηλί]α̣ Ἀ̣θ̣[αν]ασία, θυγάτηρ̣ τοῦ τ̣ῆς μακαρίας
μνήμης Κύρο(υ), μητρὸς Ἀλεετ̣, παρόντος αὐτῇ καὶ συναινοῦντος καὶ |
πειθ[ομ]ένο[υ εἰ]ς τοῦτ[ο τ]οῦ ἰδίο(υ) [α]ὐ̣τῆς συμ[β]ίο(υ) Φλαυΐο(υ)
Κόνωνος υἱο(ῦ) Ἐπανακίο(υ), πραγματευτο(ῦ), ἀμφότεροι ἀπὸ τῆς Λυκο̣π̣ο̣λ̣ε̣ι̣τ̣ῶν̣,
| τὰ νῦ[ν δ]ιάγον[τ]ες ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων, Φλαυΐῳ Διοσκόρῳ
υἱῷ Ἀπολλῶτος τῷ αἰδεσίμῳ,
ὁρμωμένῳ ἀπ[ὸ κ]ώ̣μης |
Ἀφρο[δί]της το[ῦ] Ἀνταιοπολί[τ]ο(υ) νομο(ῦ), τὰ νῦν καὶ
αὐτ[ῷ] διάγοντι ἐνταῦθα ἐπὶ τῆς αὐτῆς Ἀντινοέων. ὁμολογῶ ἐγὼ ἡ πρ[ο-]|γεγρα[μμ]έ̣νη̣
[Ἀ]θανασία, συ[ν]όντο[ς] Κόνωνος τοῦ ἐ[μ]οῦ συμβίου, δ[ι]ὰ ταύτης μου
τῆς ἐγγράφο(υ) ἀσφαλείας, ἑκοῦσα καὶ πεπεισ[μ]ένη, | παν[τὸς δίχα δόλου
κ]αὶ φόβο(υ) κ[αὶ βί]α̣ς καὶ ἀπάτη[ς] καὶ
ἀνάγκης καὶ πάσης σ[υ]ν̣αρπαγῆς, ἐ[ν]τέλλεσθ[αί]
σοι καὶ ἐπι[τ]ρ̣έπειν̣ κ̣[αὶ ὡ(?)]σ[αύτως(?)] | αὐτόσ̣[τολονδύναμίνσο(?)]ι
δ̣[εδ]ω̣κέν[αι], ὥστ̣ε σε̣ τὴ[ν] ἐμὴν χώρ̣αν ἀποπληρῶσαι καὶ ἀντιλάβεσθαι
τοῦ ἐμο[ῦ π]ροσώπ[ο]υ | καὶ δε̣[ικά]σ̣α̣σθ[αι] πρὸς Θεόδω[ρ]ον υ̣ἱ̣ὸ̣ν̣
[Ψ]οίο(υ), τὸν ἐμὸ̣ν̣ θεῖον πρὸς
πατρό[ς], ἕνεκεν τοῦ ἐμοῦ ἡμίσεως μέρους [ἐ]κ
πατρῴα̣ς̣ μ̣[ου] | κλ̣η̣ρ̣ο[ν(ομίας) (?)], εἴτ̣ε̣ κ̣ι̣ν̣η̣τῶν [εἴτε
ἀ]κ̣ι̣ν̣ήτω[ν] κα[ὶ α]ὐτοκινήτω[ν, εἴ]τε ἐν δικαστηρίοις εἴτε καὶ ἐκτὸς
δικαστηρίων. πάντα γὰρ τὰ παρὰ σο(ῦ) | ὑπ[ὲρ ἐμ]ο(ῦ) πραττ[ό]μ̣ε̣ν̣α̣
[ἢ] πραχθ̣ησό[μ]ενα ἐπὶ τούτῳ τῷ κεφαλέ̣ῳ̣ κύρια καὶ βέβαια ἡ̣γ̣ή̣σομαι
καὶ ἡ̣γοῦ̣μαι̣, ὅσ̣α κἀ̣μ̣οιῶ τ̣ῷ π̣α̣ρόντι | ἔξεστ̣[ι, κα]ὶ̣ τὸ ἀνηνόχλητ̣ον
κα̣ὶ̣ τ̣ὸ̣ ἀ̣ζ̣ήμιον καὶ τὸ ἀβλαβὲς παραφυλάξω σοι περὶ τούτο(υ) κατὰ
πάντα τρόπον. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαί σοι | τ̣ο̣ῦ̣τ̣ο̣ [τὸ ἐντο]λιμ[αῖ]ον
γράμμ̣α̣ μεθ᾽
ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ
Κόνωνος τοῦ προγεγραμμένο(υ) μου
συμβίο(υ) κ[αὶ τῶ]ν νομίμ[ων] | μαρτ[ύρων· κ]αὶ εἰς τὰ προγεγραμμέν[α]
πάντ[α] ἐπερ(ωτηθέντες) ὡμολ(ογήσαμεν). † †
Αὐρ(ηλία) Ἀθανασία θυγάτηρ Κύρο(υ), ἡ προγεγραμμ(ένη), ἐθέμην τοῦτο
τὸ ἐντολιμαῖον γραμμάτ̣ι̣[ον] | π[ρὸς ἅπ]ασι ὡ[ς π]ρόκ(ειται). †
Αὐρ(ήλιος) Ἰωά̣ν̣[ν]η̣ς Ἀ̣μμωνίο(υ) ἀπὸ Ἀντ̣ι̣(νόου), ἀξιωθ(εὶς), ἔγραψα
ὑπὲρ αὐτῆς γράμμ(ατα) μὴ εἰδυίης. †
Φλάυϊος Κόνων Ἐπαν[α]κίου πραγματευτὴς ὁ προγεγραμμ̣έ̣ν̣ο̣ς̣ | συναι[νῶ
καὶ [π]είθομε [τ]ῇ ἐμῇ σ̣υ̣μ̣β̣ί̣ῳ̣ Ἀθανασίᾳ τοῦτο τὸ ἐντολικὸν γράμμα
ὡ̣ς̣ [π]ρ̣ό̣κ̣(ειται) †̣
Αὐρήλιος Φοιβάμμων Τιμοθέου, π[ρ]αγμ(ατευτὴς)
ἀπὸ Λύκων, εὑρηθεὶς ἐν τ̣[ῇ Ἀ]ντινόο̣(υ), μαρτυρῶ
| τῷ ἐντο[λιμαίῳ γρά]μματι,
ἀκούσ̣α̣ς̣ παρὰ τῶν θεμένων.
[Ἀνδ]ρέας Ζ̣ω̣ίλου, πραγ[μ]ατευτὴς, δ[ιάγ]ο̣ν
ἐν τῇ Ἀ[ν]τινόο(υ), μα[ρτ]υρῶ
[τού]τ[ῳ] τῷ ἐντο-]|λι̣μ̣έ[ῳ γρά]μμ[ατι ἀ]κο[ύσα]ς
παρὰ τ̣ῶ̣ν̣ θεμένων. †
Στέφανος υἱὸς Συμεώνο(υ), πραγματευτὲς, διάγων ἐν τῇ Ἀντινόο(υ), μαρτυρῶ
τούτῳ τῷ ἐντολιμέῳ γράμ̣μ̣α̣τ̣ι̣ | [ἀ]κ̣[ού]σ̣[ας παρὰ τῶν] θεμένων.
|
δι᾽ ἐμοῦ Πεκυσ[ί]ο(υ) συμβολαιογράφ(ου) ἐγρά(φη)
((tachygraphic-marks)) (?) |
|