EMPTIO
AURICOCTORIS Sale of a foundry of gold ( February 2, 18 BC ) |
BGU IV, 1127 ( Duke Data Bank of Documentary Papyri ). |
Ἀχαιῶι
τῶι ἐπὶ τοῦ ἐν τῆι α̣ὐ̣λ̣ῆ̣ι̣ κριτηρίου | παρὰ Εὐαγγέλου τοῦ Ἀρχ̣ωνήου
Φιλομ̣η̣τ̣ο̣ρ̣ε̣ίου [καὶ παρὰ Ἀπολλωνίου τοῦ] | Σαραπ̣ί̣ων[ος ......]ν̣ο̣...... Ἀ̣[λ]ε̣ξ̣α̣ν̣[δρε - ca. ? - ]
| χωρὶ̣ς̣ τ̣[οῦ κρ]ιτηρίου traces | [.....] κεφαλαίου προσκομισά̣μ̣ε̣[ν]ο̣ς
τὰ̣ς̣ λ̣ο̣ι̣[πὰς τοῦ] ἑ̣σ̣τ̣α̣μένου | παραχωρητικοῦ ἀργυρίου κεφαλαίου
(δραχμὰς) τρια[κοσί]ας [ἕ]ω̣ς ἐ̣ν̣ά̣της Φ[α]μενὼθ | τοῦ ἐνεστῶτος ιβ
(ἔτους) Καίσ̣α̣ρο̣ς [παραχω]ρ̣ή̣σειν ἢ̣ τ̣ῶ̣ι̣ α̣ὐ̣τῷ ἢ οἷς ἐὰν | συντάσ<σ>ηι
διὰ τοῦ τῆς σ̣τ̣ο̣ᾶ̣ς̣ λ̣ο̣γ̣[ιστη]ρίου τὸ ὑπάρχον αὐτῷ ἐν
τῷ | Βῆτα ἐν τῆι τε̣τ̣ρ̣α̣γ̣ώ̣ν̣ῳ̣ [στοᾷ] ἐ̣ν̣
τ̣ῷ̣ ἔ̣σ̣ω̣ κύκλωι ἐργαστηρί-|διον χρυσοχοῦ̣ν̣ [σὺν] τ̣[οῖ]ς ἕ̣ν̣ε̣κ̣α̣
τούτ̣ο̣υ̣ ᾠκοδομημένοις | κιλλίβ̣α̣σ̣ι̣ν ....[ - ca. 10 - ]τ̣ι̣
κατιόντι δὲ εἰς τὸν λίβα, οὗ | γείτονες νότωι Εἰρηναῖος β[ο]ρρᾶι Ἀπολλοφάνης
λιβὶ ὁδ̣ὸς ἀπη-|λιώτηι Σωσίβιος, τῶν τῆς παραχωρήσεως δαπανη-|μάτων
ὄντων πρὸς αὐτὸν τὸν παραχωρούμενον, ἐπὶ δὲ | τούτοις τὸν Ἀπολλώ[ν]ιον
παρέχεσθαι τὴν παραχώρησιν | βεβαίαν καὶ ἀνέπαφον καὶ καθαρὰν ἀπὸ ἐνοικίων
τῶν ἕως | τοῦ ἐνεστῶτος [μηνὸ]ς Μεχὶρ τ̣ο̣ῦ̣ ι̣β̣ (ἔτους) Κ(αίσα)ρο(ς),
ἀπὸ δὲ ἰδιωτικῶν | διὰ παντὸς καὶ πάντα τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον
| αὐτὸν Ἀπολλώνιον ἀφιστάνειν παραχρῆ[μα τοῖς ἰδίοις δαπανή]μ̣α̣σ̣ι̣ν̣
| καὶ μὴ ἐξεῖναι τῶι Ἀπολλωνίῳ λέγειν· οὐκέτι π̣α̣ρ̣ε̣ί̣λ̣η̣φ̣α̣, ἀ̣λ̣λ̣ὰ
| μηδ᾽ αὐτὸν κτᾶσθαι μηδὲ προσχρῆσθαι
τῷ περὶ τῶν τοι-|ούτων
νόμωι ἢ ἐθισμῶι, ἐὰν δέ
τι τούτων [παρα]β[αίν]ηι, χωρὶ[ς] | τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα
ἔτ[ι] καὶ προσεκτίνειν αὐτὸν | ὃ εἴληφεν εἰς τὸ κεφάλαιον σὺν ἡμιολίᾳ
παρ[αχρ]ῆ̣μ̣α καὶ ἄλλας | ὡς ἴδιον χρέος ἀργυρίου δραχμὰς πεντακ[οσίας]
καὶ τὰ βλάβη καὶ | δαπανήματα καὶ τὸ ὡρισμένον πρόστιμ[ον τῆς πρ]άξεως
γ̣ι̣ν̣ο̣μένη(ς) | τῷ Εὐαγγέλωι ἔκ τε αὐτοῦ Ἀπολλωνίου καὶ ἐκ τῶν ὑπαρχόν-|των
αὐτῶι πάντων καθάπερ ἐκ δίκης, ἐὰν δὲ κατά τι σ̣τ̣ρα-|γεύηται ὁ Ἀπολλώνιος
ἐν τοῖς κατὰ τὴν παραχώρησιν, | ἐξεῖναι τῷ Εὐαγγέλωι θεματίσα̣ντι ἐπὶ
τράπεζαν ἔνθεσ-|μον εἰς τὸ τοῦ Ἀπολλωνίου ὄνομα τὰς λοιπὰς
τοῦ ἀργυ(ρίου) (δραχμὰς) τ | τοῦ
περὶ τὴ<ν> τράπεζαν κινδύνου
ὄντο[ς] πρὸς αὐτὸν Ἀπολλώ(νιον) | καὶ μετενεγκόντι ἀντίγραφον
τῆσδε τῆς συνχωρήσεως εἰς τὸ | τῆς στοᾶς λογιστήριον τὴν εἰς ἑαυτὸν
ἢ εἰς οὓς ἂν αἱρῆται | παραχώρησιν ποιεῖσθαι ἐκ τοῦ τοῦ Ἀπολλωνίου [ὀ]νόματος
καὶ | τῶν συνεκπεμφθησομένων ἄνευ εἰκόνων μὴ προσ-|δεηθέντι τῆς αὐτοῦ
παρουσίας, τῶν [δὲ] πρὸς τὴν μεταφορὰ̣ν̣ | δαπανημάτων ὄντων πρὸς αὐ[τ]ὸν
Ἀπολλώνιον, ἐὰν δ̣ὲ | μέρει τοῦ Ἀπολλωνίου ἑτοίμως ἔχοντος τὴν παραχώρησιν
ποι-|εῖσθαι ἀκολούθως ὁ Εὐάγγελος μὴ προσα̣π̣ο̣δ̣ι̣δῷ αὐτ̣ῶ̣ι̣ | ἐν
τῷ ὡρισμένωι χρόνωι τὰς λοιπὰς τοῦ ἀργυρίου (δραχμὰς) τ, [ἐκτίνειν]
| αὐτὸν ταύτας σὺν ἡμιολίᾳ καὶ τοῦ ὑπερπ̣ε̣σ̣ό̣ν̣τ̣ο̣ς̣ χ̣ρ̣[όνου] |
τόκους δι[δ]ράχμους τῆς μνᾶς ἑκάστης τοῦ μηνὸς ἑκάστ[ου] | δ̣ι̣ατεντι
δὲ εν̣τ̣ι̣α̣ς̣ αισ̣... αι. ἀ(ξιοῦμεν). | |
———————— |
δι(ορθωτέον(?)) (ἔτους) {δι( )}
ιβ Καίσαρ(ος) Μεχ[εὶ]ρ η |
|