DIVORTIUM Divorce ( March 28, 13 BC ) |
BGU IV, 1103, ll. 1-30 = Sel. Pap. I, 6 ( Duke Data Bank of Documentary Papyri ). |
κόλ(λημα)
| Πρωτάρχωι | παρὰ Ζωίδος τῆς Ἡρακλείδου μετὰ κυ-|ρίου τοῦ ἀδελφοῦ Εἰρηναίου
τοῦ Ἡρακλείδου | καὶ παρὰ
Ἀντιπάτρου [τ]οῦ Ζήνωνος. συ[νχω]-|ροῦσιν
Ζωὶς καὶ Ἀντίπατρος κεχωρίσ[θ]αι | ἀπ᾽ ἀλλήλων τῆς
συστάσης αὐτοῖ[ς συμ]-|βιώσεως κατὰ συγχώρησιν διὰ τοῦ [αὐ]-|τοῦ
κριτηρίου τῷ ἐνεστῶτι ιζ (ἔτει) Καίσαρ[ος] | Ἁθύρ, ἡ δὲ Ζωὶς ἀπεσχηκέναι
παρὰ τοῦ | Ἀντιπάτρου διὰ χειρὸς ἐξ οἴκου ὃ̣ εἶχεν ε̣ἰ̣ς̣ | φερνάριον
ἱματίδια ἐν ἀρυγ[ρί]ου δρα[χμαῖς] | ἑκατὸν εἴκοσι καὶ ἐνωτίω̣ν̣ [χ]ρυσῶν
| ζεῦγος· εἶναι μὲν αὐτόθεν ἄκυρο̣ν | τὴν τοῦ γάμου συνχώρησιν, μὴ ἐπε-|λεύσεσθαι
δὲ τὴν Ζωίδα μηδ᾽ ἄλ-|λον ὑπὲρ αὐτῆς ἐπὶ τὸν Ἀντίπατρον | περὶ ἀπαιτ̣ήσεως
τοῦ φερναρίου, ἀ̣μ̣φ̣ο̣-|τέρους δὲ ἐπ᾽ ἀλλήλους μήτε περὶ | συνβιώσεως
μηδὲ περὶ ἄλλου μηδε-|νὸς ἁπλῶς τῶν ἕως τῆς ἐνεστώσης | ἡμέρας, ἀφ᾽
ἧς καὶ ἐξεῖναι τῇ μὲν | Ζωίδι συναρμόζεσθαι ἄλλῳ ἀνδρὶ | καὶ τῷ δὲ Ἀντιπάτρῳ
ἄλλῃ γυναι-|κὶ ἀμφοτέροις ἀνυπευθύνοις οὖσι, | καὶ χωρὶς τοῦ κύρια εἶναι
τὰ συνκε-|χωρημένα ἔτι καὶ ἐνέχεσθαι τὸν | παραβαίνοντα τοῖς τε βλάβεσι
| καὶ τῷ ὡρισμένῳ προστίμωι. |
———————— |
(ἔτους)
ιζ Καίσαρος Φαρμοῦθι β̣ |
|