CONVENTIO
NUPTIALIS Marriage contract ( 30 BC - AD 14 ) |
BGU IV, 1051 ( Duke Data Bank of Documentary Papyri ). |
Πρωτάρχῳ
| παρὰ Λυκαίνης τῆς Ἀσκληπιάδου με-|τὰ κυρίου τοῦ πατρὸς Ἀσκληπιάδου
| τοῦ Λύκου καὶ παρὰ Ἱέρακος τοῦ Ἀπολ[λω]ν̣ί̣ο̣υ̣ | καὶ τῆς τοῦτον ἐνγυωμένης
εἰς ἔκτισιν | μητρὸς αὐτοῦ Διδύμης τῆς Διονυσίου [με]-|τὰ κυρίου αὐτοῦ
Ἱέρακος. συνχωρ[οῦσι Λύ]-|καινα καὶ Ἱέραξ συνεληλυθέναι ἀλλ[ήλοις] |
πρὸς βίου κοινωνίαν, ὁ δὲ Ἱέραξ εἰλη-|φέναι παρ<ὰ> ταύτης δι᾽
ἐνγύου τῆς Διδύ-|μης φερνὴν διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου | Πτολεμαικοῦ
δραχμὰς ἑκατὸν ὀγδοή-|κοντα τέσσαρας σὺν τιμῇ κλαλίου | ἀσήμου δραχμῶν
ὀκτώ · ἀπὸ τοῦ νῦν | χορηγεῖν αὐτὸν τῇ Λυκαίνῃ τὰ δέον-|τα πάντα
καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ | γαμετῇ κατὰ δύναμιν τῶν ὑπαρ-|χόντων
καὶ μὴ κακουχεῖν αὐτὴν | μήδ᾽ ἐγβάλλειν μηδὲ ὑβρίζειν | μηδὲ ἄλλην γυναῖκα
ἐπεισάγειν ἢ ἐκτ[ι]-|νειν αὐτόν τε καὶ τὴν Διδύμην παρα-|χρῆμα τὴν προκειμένην
φερνὴν σὺν | ἡμιολίᾳ τῆς πράξεως γεινομένης | τῇ Λυκαίνῃ ἔκ τε αὐτοῦ
Ἱέρακος καὶ | ἐκ τῆς ἐνγύου Διδύμης καὶ ἐξ ἑνὸς οὗ | ἐὰν αὐτῶν αἱρῆται
καὶ ἐκ τῶν ὑπαρχόν-|των αὐτοῖς πάντων καθάπερ ἐκ δί-|κης, τὴν δε Λύκαιναν
μήδ᾽ ἀφήμερον | γείνεσθαι ἀπὸ τῆς οἰκίας ἄνευ τῆς | Ἱέρακος γνώμης μηδὲ
φθείρειν τὸν | οἶκον μήδ᾽ ἄλλῳ ἀνδρὶ συνεῖναι | ἢ καὶ αὐτὴν τούτων τι
διαπραξαμέν[ην] | κριθεῖσαν [[καὶ]] <σ>τέρεσθαι τῆς φερνῆς χωρὶς
| τοῦ τὸν παραβαίνοντα ἐνέχεσθαι τῷ | ὡρισμένῳ προστίμῳ, περὶ δὲ τ......
| [......] ἐν ἡμέραις χρημ[ατιζούσαις ε] | [ἀφ᾽ ἧς ἂν] ἀλλήλο̣ι̣ς̣ [προείπωσι - ca. ? - ]
| Traces 2 lines |
|