MUTUUM Loan of wheat ( March 16, 173 BC ) |
P. Amh. II, 43 = W. Chr. 105 ( Duke Data Bank of Documentary Papyri ). |
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ὀ̣γ̣δ̣ό̣ο̣υ | ἐφ᾽ ἱερέως Ἡρακλεοδώρου Ἀπολλοφάνου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θ[εῶ]ν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν | καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκη[ς] Εὐ<ερ>γέτιδος Σαραπιάδος Ἀπολλων<ίου>, | κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀριστοκλείας τῆς Δημητρ<ί>ου, ἱερείας Ἀρσινόης Φιλοπάτορος | Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Λωίου τρεισκαιδεκάτηι Μεχεὶρ τρεισκαιδεκάτηι, ἐν τῆι | Σοκνοπαίου Νήσωι τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισε Μαρρῆς Πακύσιος Ἀρσι[ν]οίτης Μενελάωι | Π̣α̣ριγ̣έτου Μακεδόνι τῆς ἐπιγονῆς πυροῦ ἀρτάβας δέκα . ἀποδότω δὲ Μενέλαος Μαρρῆτι | τὸ̣ δάνειο̣ν̣ τῶν δέκα ἀρταβῶν τῶν πυρῶν ἐν μηνὶ Αὐδυ̣να̣ίωι Αἰγυπτ[ίω]ν δὲ Ἐπεὶφ | ἢ ὅταν ἡ ἄφεσις τῶν πυρίνων καρπῶν γένηται πυρὸν νέον ἄδολον καθαρὸν ἀ̣π̣ὸ̣ παντ̣ό̣ς̣, μ̣έ̣τ̣ρ̣ω̣ι | δικαίωι τῶι πρὸς τὸ βασιλικὸν χαλκοῦν μετρήσει καὶ σκυτάληι [δ]ικαίαι καὶ κατα-|στησάτω εἰς τὴν Σοκνοπαίου πρὸς Μαρρῆν τοῖς ἰδίοις ἀν̣η̣λ̣ώ̣μ̣α̣σ̣ι̣. ἂ̣ν̣ τῶν ἀρταβῶ̣ν̣ | τοῦ πυροῦ μὴ ἀπ̣ο̣δῶι ἀποτεισάτω τιμὴν δραχμὰς πεντεκοσίας , καὶ ἡ πρᾶξις ἔστω | Μαρρῆτι τῶι κατὰ τὴν γραφὴν παρά τε ἑαυτοῦ Μενελάου καὶ ἐ[κ] τῶν ὑπαρχόντων | αὐτῶι πάντων πράσσοντι κατὰ τὸ διάγραμμα καὶ τοὺς νόμους. κύριος δ᾽ ἔστω | καὶ α[.]τ̣.ς̣ πράσσο̣ντα̣ το̣υ̣ εκ ...... ........................ η κρισι̣..... | Πάσιππος Ξένων Θεόδωρος Π̣τ̣ο̣λ̣ε̣μ̣α̣ῖ̣ο̣ς̣ Μακεδόνες, Φίλων Θρᾶιξ, Σωσικράτης Κρής, | οἱ ἓξ τῶν ἐν τῆι Σοκνοπαίου Νήσωι φρουρούντων καὶ μισθο(φόρων). | συγγραφοφύλαξ Φίλων. |
|