EMPTIO
DOMUS Sale of a house ( September 6, 88 BC ) |
P. Amh. II, 51 = Sel. Pap. I, 28 ( Duke Data Bank of Documentary Papyri ). |
1. |
(ἔτους) κϚ Μεσορὴι | κη. ἀπέδοτο | Πετεῆσις
| Πατῆτος | Πελαίαι Εὐνόου | τὴν ὑπάρχου-|σαν αὐτῶι ἐν τῶι ἀπὸ | ἀπηλιώτου | μέρει Παθύ(ρεως) | οἰκίαν ᾠκο-|δομημένην | καὶ δεδοκω-|μένην καὶ τε-|θυρωμένην | ἧς αἱ γειτνίαι | δεδήλωνται | διὰ τῆς ὠνῆς. |
2. |
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Κλεοπάτρας
τῆς ἀδελφῆς θεῶν | Φιλομητόρων Σωτήρων ἔτους ἕκτου καὶ εἰκοστοῦ, ἐφ᾽
ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων | καὶ οὐσῶν, μηνὸς Μεσορὴι
κη, ἐν Παθύρει ἐφ᾽ Ἑρμίου ἀγορανόμου
τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. | ἀπέδοτο Πετεῆσις Πατῆτος Πέρσης ὡς
(ἐτῶν) μ μέσος μελίχρως τετανὸς μακροπρόσωπος | εὐθύριν οὐλὴ ὑπ᾽
ὀφρύι ἀριστερᾷ, τὴν ὑπάρχουσαν αὐτῶι οἰκίαν ᾠκοδομημένην καὶ δεδο-|κωμένην
καὶ τεθυρωμένην τῆς οὔσης ἐν τῶι ἀπὸ ἀπηλιώτου μέρει Παθυρέως | λεγομένης
κρήνης, ἧς γείτονες νότου οἰκία Πελαίου τοῦ ὠνουμένου, βορρᾶ οἰκία |
Ταενούτιος τῆς Ψενποήριος ἧς κρ[α]τεῖ Τοτοῆς Πανεχάτου ἀπηλιώτου καὶ
λιβὸς | ῥύμη βασιλικὴ, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πελαίας
Εὐνόου χα(λκοῦ) (ταλάντου) α. | προπωλητὴς καὶ βεβαιωτὴ[ς] τῶν κατὰ
τὴν ὠνὴν ταύτην πάντων Πετεῆσις | ὁ ἀποδόμενος, ὃν ἐδέξατ[ο] Πελαίας
ὁ πριάμενος. | Ἑρμίας κεχρη(μάτικα). |
|