EMPTIO
FUNDI Sale of confiscated property ( September 5, AD 181 ) |
P. Amh. II, 97 ( Duke Data Bank of Documentary Papyri ). |
Ἁρποκρατίωνι
στρ(ατηγῷ) Ἀρσι(νοίτου) Ἡρακλείδου μερίδος | παρὰ Ταουήτιος Στοτοήτεως
τοῦ Πακύσεως ἱερείης | ἀπὸ κώμης Σοκνοπαίου Νήσου μετὰ κυρίου τοῦ |
ἀνδρὸς Στοτοήτεως Ἀγχώφεως τοῦ Πανεφρέμμεω(ς). | βούλομαι ὠνήσασθαι
ἐκ τῶν εἰς πρᾶσιν ὑπερκειμένων | τῆς διοικήσεως περὶ τὴν προκειμένην
κώμην πρότε-|[ρ]ον Ἀγχορίμφεως πρεσβ(υτέρου) Πανεχώτου τοῦ Πακύσεως
| ἀνθ᾽
ο̣ὗ̣(?) Στοτ]οήτεως Πανεφρέμμεως τοῦ Παβοῦτος | τρίτον μέρος οἰκίας
καὶ αὐλῆς καὶ ἐλαιουργίου ἀργοῦ κα-|θεστῶτος
κ[αὶ] μὴ οἰκουμ(ένου), γείτονες
καθὼς διὰ τῆς τοῦ | ὁρισμοῦ πορείας
δηλοῦ[τ]αι νότου καὶ λιβὸς οἰκόπ(εδα) Εὐνοί-|δια λεγόμ(ενα) βορρᾶ Ταουήτεως
Πακύσεως οἰκία ἀπηλιώ(του) | ῥύμη βασιλ(ικὴ), τιμῆς τῶν τῆς συντιμήσεως
ἀργ(υρίου) (δραχμῶν) ἑκατὸν | εἴκοσι καὶ τῶν ἑπομένων, ἐφ᾽
ᾧ κυρωθεῖσα διαγράψω | ἐπὶ τὴν δ[ημ]οσίαν τράπεζαν, μενεῖ δέ μοι ἡ τούτων
| κράτησις κα[ὶ] κυρεία ἀναφαίρετος ἐπὶ τὸν ἀεὶ χρόνον, | [ἐὰ]ν φαίν[η]ται
κυρῶσαι· ἐὰν δὲ μὴ κυρωθῶ οὐ κατασχε-|[θ]ήσομαι τῇ [ὑ]ποσχέσει. | Τα̣[ουῆ]τις
Ἀπύγχεως (ἐτῶν) λγ ἄσημ(ος). | (ἔτους) [.. Αὐρηλίο]υ Κομόδου Ἀ[ντωνίνο]υ
Καίσαρος τοῦ κυρ[ίο]υ Θὼθ η̣. |
|