| MUTUUM Loan of Grain ( October 31, AD 100 )  | 
    
P. Adler 15 ( Duke Data Bank of Documentary Papyri ).  | 
    
| r | 
|    
            [ἔτους ιε ....... ἐν 
          Παθύρει ἐφ᾽ Ἑρμίου τοῦ] | [πα]ρ̣[ὰ Πανίσκου ἀγο]ρ̣[ανόμου. ἐδάνεισεν 
          Ὧρος] | Ὥ̣ρου Ὥρωι Νεχούτου ὡς (ἐτῶν) ν̣ [μέσος μελίχρως] | ὑπ̣ο̣κλαστὸς 
          ἀναφάλακρος μακροπρόσωπος | εὐθύριν οὖς ἀριστερὸν τετρημένον πυροῦ̣ 
          ἀρτάβας | τεσσαράκοντα ἓξ κ̣ριθῆς ἑξήκοντα ἐν<ν>έα , ἴσο̣υ[ς] 
          | ἀτό̣κους, ὧν ἀπόδ̣ο̣σιν <ποιησάτω> ἐν μηνὶ Παχὼν τ(ο)ῦ αὐτ̣οῦ 
          | ιε (ἔτους), <καὶ> ἀποτεισάτω ἑκάστης <ἀρτάβης> πυροῦ ἧς 
          ἐὰν μὴ ἀπ̣ο̣[δῶι] | χ̣α̣λ̣κ̣οῦ δραχμὰς δισχιλίας τετρακοσίας , 
          κριθῆ[ς] | χιλίας τετρακοσίας , καὶ (ἑβδόμην) μερίδα τῶν γ̣[ε]-|νημάτων 
          πάντων· τὸ δὲ δάνειον τοῦτο | ἀποδότω ὁ δεδανεισμένος Ὥρωι ἐ̣ν μηνὶ 
          | Παχὼν τοῦ αὐτοῦ (ἔτους) <καθαρὸν> ἀπὸ παντὸς κα̣[ὶ] | ἀποκαθεσταμένον 
          εἰς οἶκον <ἐν> τοῖς πεδίοι̣[ς] <ἰδίοις> | ἀνηλώμασι μέτρῳ 
          ᾧ καὶ παρείληφε̣ν̣·   |   ἐὰν   δὲ   
          μὴ   ἀποδῷ   ἐ̣ν   τῷ   ὡρισμένῳ   
          |   χρόνωι   ἢ   μὴ   ποιῇ καθὰ 
          γέγραπται ἀπ̣[ο]-|τεισάτω ἐν τῷ ἐχομένωι μηνὶ παραχρ̣ῆ̣[μα] | ἡμιόλιον 
          ἢ τὴν ἐσομένην ἐν τῇ ἀγορᾶι | τιμήν, καὶ ἡ πρᾶξις ἔστω Ὥρῳ ἐκ τοῦ | 
          δεδανεισμένου καὶ ἐξ ἑνὸς καὶ ἑκάστο̣υ | αὐτῶ̣ν καὶ ἐξ οὗ ἂν αἵρηται 
          καὶ ἐκ τῶν | ὑπαρχόντων αὐτῷ πάντων πράσσοντι | καθάπερ ἐκ δίκης. | 
          Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα).  | 
    
| v | 
|   ἐδάνεισεν 
          Ὧρος Ὥ̣ρ̣ου Ὥρωι Νε̣χ̣ούτου.  | 
    
|      |