LEX TREBONIA DE PROVINCIIS CONSULARIBUS
     
( March 55 BC )
 

     
Appianus, Bell. Civ., II ( Firmin-Didot, Paris, 1840 ).
  

 
17.  Ὁ δὲ Καῖσαρ ἔν τε Κελτοῖς καὶ Βρεττανοῖς πολλὰ καὶ λαμπρὰ εἰργασμένος, ὅσα μοι περὶ Κελτῶν λέγοντι εἴρηται, πλούτου γέμων ἐς τὴν ὅμορον τῇ Ἰταλίᾳ Γαλατίαν, τὴν ἀμφὶ τὸν Ἠριδανὸν ποταμόν, ἧκεν, ἐκ συνεχοῦς πολέμου τὸν στρατὸν ἀναπαύσων ἐπ' ὀλίγον. Ὅθεν αὐτῷ περιπέμποντι ἐς Ῥώμην πολλὰ πολλοῖς χρήματα αἵ τε ἐτήσιοι ἀρχαὶ παρὰ μέρος ἀπήντων καὶ οἱ ἄλλως ἐπιφανεῖς ὅσοι τε ἐς ἡγεμονίας ἐθνῶν ἢ στρατοπέδων ἐξῄεσαν, ὡς ἑκατὸν μέν ποτε καὶ εἴκοσι ῥάβδους ἀμφ' αὐτὸν γενέσθαι, βουλευτὰς δὲ πλείους διακοσίων, τοὺς μὲν ἀμειβομένους ὑπὲρ τῶν ἤδη γεγονότων, τοὺς δὲ χρηματιουμένους, τοὺς δ' ἄλλο τι τοιουτότροπον αὑτοῖς ἐξεργασομένους. Πάντα γὰρ ἤδη διὰ τούτου ἐπράσσετο στρατιᾶς τε πολλῆς οὕνεκα καὶ δυνάμεως χρημάτων καὶ σπουδῆς ἐς ἅπαντας φιλανθρώπου. Ἀφίκοντο δ' αὐτῷ καὶ Πομπήιος καὶ Κράσσος, οἱ κοινωνοὶ τῆς δυναστείας. Καὶ αὐτοῖς βουλευομένοις ἔδοξε Πομπήιον μὲν καὶ Κράσσον αὖθις ὑπατεῦσαι, Καίσαρι δ' ἐς τὴν ἡγεμονίαν ὧν εἶχεν ἐθνῶν, ἄλλην ἐπιψηφισθῆναι πενταετίαν. Ὧδε μὲν ἀπ' ἀλλήλων διεκρίθησαν, Πομπηίῳ δ' ἐς τὴν ὑπατείαν ἀντιπαρήγγελλε Δομίτιος Αἰνόβαρβος· καὶ τῆς κυρίας ἡμέρας ἄμφω κατῄεσαν ἔτι νυκτὸς ἐς τὸ πεδίον ἐς τὴν χειροτονίαν. Τῶν δ' ἀμφ' αὐτοὺς ἔριδες ἦσαν καὶ συνεπλέκοντο, μέχρι τις τὸν Δομιτίου δᾳδοῦχον ἐπάταξε ξίφει. Καὶ φυγὴ μετὰ τοῦτο ἦν, Δομίτιός τε αὐτὸς ἐς τὴν οἰκίαν διεσῴζετο μόλις, καὶ Πομπηίου τὴν ἐσθῆτά τινες ἡἡμαγμένην ἔφερον οἴκαδε. Παρὰ τοσοῦτον ἑκάτερος ἦλθε κινδύνου.
     
18.
 Αἱρεθέντες δ' οὖν ὕπατοι Κράσσος τε καὶ Πομπήιος Καίσαρι μέν, ὥσπερ ὑπέστησαν, τὴν ἑτέραν πενταετίαν προσεψηφίσαντο, τὰ δὲ ἔθνη διακληρούμενοι καὶ στρατιὰν ἐπ' αὐτοῖς, ὁ μὲν Πομπήιος εἵλετο Ἰβηρίαν τε καὶ Λιβύην καὶ ἐς τάσδε τοὺς φίλους περιπέμπων αὐτὸς ὑπέμεινεν ἐν Ῥώμῃ, ὁ δὲ Κράσσος Συρίαν τε καὶ τὰ Συρίας πλησίον ἐπιθυμίᾳ πολέμου πρὸς Παρθυαίους ὡς εὐχεροῦς δὴ καὶ ἐνδόξου καὶ ἐπικερδοῦς. ...


     
Dion Cassius, XXXIX, 33 ( Gros, Paris, 1845-70 ).
  

 
ς οὖν αἱ ἀρχαὶ κατέστησαν, εἴχοντο ὧν ἐφίεντο. Καὶ αὐτοὶ μὲν οὐδένα οὔτε ἐν τῇ βουλῇ οὔτε ἐν τῷ δήμῳ λόγον ὑπὲρ αὐτῶν ἐποιήσαντο, ἀλλὰ καὶ πάνυ ἐπλάττοντο μηδενός σφων προσδεῖσθαι. Γάιος δὲ δὴ Τρεβώνιος δημαρχῶν ἔγραψε τῷ μὲν τήν τε Συρίαν καὶ τὰ πλησιόχωρα αὐτῆς, τῷ δὲ τὰς Ἰβηρίας (καὶ γάρ τι καὶ ἔναγχος ἐκεκίνηντο) ἄρχειν ἐπὶ πέντε ἔτη δοθῆναι· στρατιώταις τε ὅσοις ἂν ἐθελήσωσι καὶ τῶν πολιτῶν καὶ τῶν συμμάχων, χρωμένοις, καὶ πόλεμον καὶ εἰρήνην πρὸς οὓς ἂν βουληθῶσι, ποιουμένοις. Χαλεπῶς οὖν ἐπὶ τούτῳ πολλῶν, καὶ μάλιστα τῶν τοῦ Καίσαρος φίλων, ἐχόντων, ὅτι ἤμελλον ἐκεῖνοι, τυχόντες ὧν διῳκοῦντο, τὸν Καίσαρα μηκέτ' ἐπὶ πολὺ τὴν ἀρχὴν ἕξοντα καθείρξειν, καὶ παρασκευαζομένων διὰ τοῦτο ἀντειπεῖν τινων τοῖς γεγραμμένοις· φοβηθέντες οἱ ὕπατοι μὴ διαμάρτωσιν ὧν ἔπραττον, προσεποιήσαντο αὐτοὺς, ὥστε τὴν ἡγεμονίαν καὶ ἐκείνῳ τρία ἔτη πλείω (ὥς γε τἀληθὲς εὑρίσκεται) μηκῦναι. Οὐ μέντοι καὶ ἐς τὸν δῆμόν τι ὑπὲρ αὐτοῦ πρότερον ἐσήνεγκαν, πρὶν τὰ σφέτερα βεβαιώσασθαι. Οἵ τε γὰρ τοῦ Καίσαρος ἐπιτήδειοι προκαταληφθέντες οὕτως, ἡσύχασαν· καὶ τῶν ἄλλων τὸ μὲν πολὺ δουλωθὲν ὑπὸ τοῦ φόβου, ἡσυχίαν ἤγαγον, ἀγαπῶντες εἰ καὶ ὣς περισωθεῖεν.
 

     
Livius, Per., CV ( Nisard, Paris, 1864 ).
  

 
M. Cato in petitione praeturae praelato Vatinio repulsam tulit. Idem cum legem impediret, qua prouinciae consulibus in quinquennium, Pompeio Hispaniae, Crasso Syria et Parthicum bellum, dabantur, a C. Trebonio tr. pl., legis alictore, in uincula ductus est.
 

     
Plutarch, Cat. Min., 43 ( Mikros Apoplous ).
  

 
Γαΐου δὲ Τρεβωνίου γράψαντος νόμον ὑπὲρ νομῆς ἐπαρχιῶν τοῖς ὑπάτοις, ὥστε τὸν μὲν Ἰβηρίαν ἔχοντα καὶ Λιβύην ὑφ´ αὑτῷ, τὸν δὲ Συρίαν καὶ Αἴγυπτον, οἷς βούλοιντο πολεμεῖν καὶ καταστρέφεσθαι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσιν ἐπιόντας, οἱ μὲν ἄλλοι τὴν ἀντίπραξιν καὶ κώλυσιν ἀπεγνωκότες, ἐξέλιπον καὶ τὸ ἀντειπεῖν, Κάτωνι δ´ ἀναβάντι πρὸ τῆς ψηφοφορίας ἐπὶ τὸ βῆμα καὶ βουλομένῳ λέγειν μόλις ὡρῶν δυεῖν λόγον ἔδωκαν. ὡς δὲ πολλὰ λέγων καὶ διδάσκων καὶ προθεσπίζων κατανάλωσε τὸν χρόνον, οὐκέτι λέγειν αὐτὸν εἴων, ἀλλ´ ἐπιμένοντα κατέσπασεν ὑπηρέτης προσελθών. ὡς δὲ καὶ κάτωθεν ἱστάμενος ἐβόα καὶ τοὺς ἀκούοντας καὶ συναγανακτοῦντας εἶχε, πάλιν ὁ ὑπηρέτης ἐπιλαβόμενος καὶ ἀγαγὼν αὐτὸν ἔξω τῆς ἀγορᾶς κατέστησε. καὶ οὐκ ἔφθη πρῶτον ἀφεθείς, καὶ πάλιν ἀναστρέψας ἵετο πρὸς τὸ βῆμα, μετὰ κραυγῆς ἐγκελευόμενος τοῖς πολίταις ἀμύνειν. πολλάκις δὲ τούτου γενομένου, περιπαθῶν ὁ Τρεβώνιος ἐκέλευσεν αὐτὸν εἰς τὸ δεσμωτήριον ἄγεσθαι, καὶ πλῆθος ἐπηκολούθει, λέγοντος ἅμα {σὺν} τῷ βαδίζειν ἀκροώμενον, ὥστε δείσαντα τὸν Τρεβώνιον ἀφεῖναι. κἀκείνην μὲν οὕτω τὴν ἡμέραν ὁ Κάτων κατανάλωσε· ταῖς δ´ ἐφεξῆς οὓς μὲν δεδιξάμενοι τῶν πολιτῶν, οὓς δὲ συσκευασάμενοι χάρισι καὶ δωροδοκίαις, ἕνα δὲ τῶν δημάρχων Ἀκύλλιον ὅπλοις εἴρξαντες ἐκ τοῦ βουλευτηρίου προελθεῖν, αὐτὸν δὲ τὸν Κάτωνα βροντὴν γεγονέναι βοῶντα τῆς ἀγορᾶς ἐκβαλόντες, οὐκ ὀλίγους δὲ τρώσαντες, ἐνίων δὲ καὶ πεσόντων, βίᾳ τὸν νόμον ἐκύρωσαν, ὥστε πολλοὺς συστραφέντας ὀργῇ τοὺς Πομπηΐου βάλλειν ἀνδριάντας. ἀλλὰ τοῦτο μὲν ἐπελθὼν ὁ Κάτων διεκώλυσε· τῷ δὲ Καίσαρι πάλιν νόμου γραφομένου περὶ τῶν ἐπαρχιῶν καὶ τῶν στρατοπέδων, οὐκέτι πρὸς τὸν δῆμον ὁ Κάτων, ἀλλὰ πρὸς αὐτὸν τραπόμενος Πομπήϊον, ἐμαρτύρατο καὶ προὔλεγεν, ὡς ἐπὶ τὸν αὑτοῦ τράχηλον ἀναλαμβάνων Καίσαρα νῦν μὲν οὐκ οἶδεν, ὅταν δ´ ἄρχηται βαρύνεσθαι καὶ κρατεῖσθαι, μήτ´ ἀποθέσθαι δυνάμενος, μήτε φέρειν ὑπομένων, εἰς τὴν πόλιν ἐμπεσεῖται σὺν αὐτῷ, καὶ μεμνήσεται τότε τῶν Κάτωνος παραινέσεων, ὡς οὐδὲν ἧττον ἐν αὐταῖς τὸ Πομπηΐου συμφέρον ἐνῆν ἢ τὸ καλὸν καὶ δίκαιον. ταῦτα πολλάκις ἀκούων ὁ Πομπήϊος ἠμέλει καὶ παρέπεμπεν, ἀπιστίᾳ τῆς Καίσαρος μεταβολῆς διὰ πίστιν εὐτυχίας τῆς ἑαυτοῦ καὶ δυνάμεως.
 

     
Plutarch, Pomp( Doehner, Paris, 1847 ).
  

 
51. Interim Gallica bella Caesarem ad magnam potentiam euexerunt, quum qui longissime ab urbe cum Belgis, Sueuis et Britannis uideretur concertare, is astute, neque animaduertentibus aliis, interim in medio populi summisque rebus artibus suis praesens Pompeium euerteret. Namque Caesar bellica potentia, ueluti persona, tectus, corpus suum certaminibus contra barbaros, ueluti uenationibus exercebat, neque id tam aduersus barbaros, quam uti potentiam suam inuictam omnibusque terribilem efficeret. Aurum uero argentumque et spolia opesque tot bellis partas ingentes Romam mittens, muneribus ac sumptuum suppeditatione aediles, praetores, consules, uxoribus quoque eorum dona largiendo, corrumpebat. Ideo quum transgressus Alpes Lucae hiemaret, magna uirorum mulierumque certatim ad ipsum confluentium multitudo fuit, senatores ducenti, interque hos Pompeius et Crassus et proconsulum praetorumque centum et uiginti fasces ante fores Caesaris conspecti. Ibi Caesar quum reliquos omnes spe et pecunia onustos a se dimisisset, cum Crasso et Pompeio ita pepigit, ut hi consulatum peterent et ipse multis ad suffragia ferenda missis militibus eorum petitionem adiuuaret, simul atque uero consules designati essent, prouincias sibi ipsis et exercitus decerni curarent, ipsi autem Caesari imperii quod obtinebat prorogationem in aliud quinquennium. Haec postquam innotuerunt in uulgus, grauiter proceres reipublicae offenderunt, et Marcellinus coram populo utrumque percontatus est, petiturine essent consulatum. Ad quod quum multitudo respondere iuberet, fortassis petiturum se, fortassis non petiturum Pompeius dixit ; ciuilius Crassus : facturum se quod ex usu reipublicae iudicasset. Pompeius autem quum a Marcellino uehementi oratione esset notatus, iniustissimum esse eum hominem respondit, qui ab ipso loquax de muto et uomens de famelico factus gratiam non haberet.
     
52.
 Enimuero omnibus a petitione consulatus abstinentibus, L. Domitio persuasit Cato, ne eam rem desperaret ; non enim de magistratu, sed pro libertate contra tyrannos certamen fore. Sed Pompeius uehementiam Catonis timens, ne is senatum uniuersum a sua parte habens, quod sanum erat populi in suam pertraheret sententiam ; Domitio ad forum descendenti armatos immisit, qui, seruo lucernam praeferente occiso, reliquos in fugam coniecerunt; quorum nouissimus recessit Cato, dextrum cubitum dum pro Domitio propugnat sauciatus. Hoc modo consulatu potiti Pompeius et Crassus, nihilo se moderatiores deinceps gesserunt. Primum Catoni praeturam populo decernente et suffragia ineunte, Pompeius de coelo ostentum factum causatus concionem soluit; inde corruptis pecunia tribubus, pro Catone Vatinium praetorem constituerunt. Deinde leges Trebonii tribuni plebis opera promulgarunt, Caesari, uti pacti fuerant, aliud quinquennium, Crasso Syriam et bellum Parthicum, Pompeio uniuersam Africam, Hispanias, quattuorque, ex quibus duas roganti Caesari ad bellum Gallicum utendas dedit, legiones decernentes. ...
 

     
Plutarch, Crass. ( Mikros Apoplous ).
  

 
14. ... Καίσαρος γὰρ εἰς Λοῦκαν πόλιν ἐκ Γαλατίας καταβάντος, ἄλλοι τε πολλοὶ Ῥωμαίων ἀφίκοντο, καὶ Πομπήιος καὶ Κράσσος ἰδίᾳ συγγενόμενοι πρὸς αὐτὸν ἔγνωσαν ἐγκρατέστερον ἔχεσθαι τῶν πραγμάτων καὶ πᾶσαν ὑφ´ ἑαυτοῖς ποιεῖσθαι τὴν ἡγεμονίαν, Καίσαρος μὲν ἐν τοῖς ὅπλοις μένοντος, ἄλλας δ´ ἐπαρχίας καὶ στρατεύματα Πομπηίου καὶ Κράσσου λαβόντων. ἐπὶ ταῦτα δ´ ὁδὸς ἦν μία δευτέρας ὑπατείας αἴτησις, ἣν μετιόντων ἐκείνων ἔδει συμπράττειν Καίσαρα, τοῖς τε φίλοις γράφοντα καὶ τῶν στρατιωτῶν πέμποντα πολλοὺς ἀρχαιρεσιάσοντας.
     
15.  Ἐπὶ τούτοις οἱ περὶ Κράσσον εἰς Ῥώμην ἐπανελθόντες εὐθὺς ἦσαν ὕποπτοι, καὶ πολὺς ἐχώρει διὰ πάντων λόγος, οὐκ ἐπ´ ἀγαθῷ γεγονέναι τὴν σύνοδον αὐτῶν. ἐν δὲ τῇ βουλῇ Μαρκελλίνου καὶ Δομιτίου Πομπήιον ἐρωτώντων εἰ μέτεισιν ὑπατείαν, ἀπεκρίνατο τυχὸν μὲν μετιέναι, τυχὸν δὲ μὴ μετιέναι, καὶ πάλιν ἐρωτώμενος ἔφη μετιέναι τοῖς δικαίοις πολίταις, μὴ μετιέναι δὲ τοῖς ἀδίκοις. τούτου δὲ δόξαντος ὑπερηφάνους ἀποκρίσεις καὶ τετυφωμένας ποιεῖσθαι, μετριώτερον ὁ Κράσσος εἶπεν, εἰ τῇ πόλει συμφέρει, μετιέναι τὴν ἀρχήν, εἰ δὲ μή, παύσεσθαι. διὸ καί τινες ἐθάρρησαν ὑπατείαν μετελθεῖν, ὧν ἦν καὶ Δομίτιος. γενομένων δὲ φανερῶν ἐκείνων ἐν ταῖς παραγγελίαις, οἱ μὲν ἄλλοι δείσαντες ἀπέστησαν, Δομίτιον δὲ Κάτων οἰκεῖον ὄντα καὶ φίλον ἐθάρρυνεν, ἐγκελευόμενος καὶ παρορμῶν ἔχεσθαι τῆς ἐλπίδος ὡς ὑπερμαχοῦντα τῆς κοινῆς ἐλευθερίας· οὐ γὰρ ὑπατείας Πομπήιον δεῖσθαι καὶ Κράσσον, ἀλλὰ τυραννίδος, οὐδ´ ἀρχῆς αἴτησιν, ἀλλ´ ἁρπαγὴν ἐπαρχιῶν καὶ στρατοπέδων εἶναι τὰ πρασσόμενα. ταῦτα δὲ καὶ λέγων οὕτω καὶ φρονῶν ὁ Κάτων μονονοὺ βίᾳ προῆγεν εἰς ἀγορὰν τὸν Δομίτιον, καὶ συνίσταντο πολλοὶ πρὸς αὐτούς. καὶ τὸ θαυμαζόμενον οὐκ ὀλίγον ἦν· „τί δὴ δευτέρας οὗτοι χρῄζουσιν ὑπατείας; τί δὲ πάλιν μετ´ ἀλλήλων; τί δ´ οὐ μεθ´ ἑτέρων; πολλοὶ δ´ εἰσὶν ἄνδρες ἡμῖν οὐκ ἀνάξιοι δήπου Κράσσῳ καὶ Πομπηίῳ συνάρχειν.“ ἐκ τούτου δείσαντες οἱ περὶ Πομπήιον οὐδενὸς ἀπείχοντο τῶν ἀκοσμοτάτων καὶ βιαιοτάτων, ἀλλὰ πρὸς πᾶσι τοῖς ἄλλοις λόχον ὑφέντες τῷ Δομιτίῳ, νυκτὸς ἔτι μετὰ τῶν φίλων κατερχομένῳ, κτείνουσι μὲν τὸν ἀνέχοντα τὸ φῶς πρὸ αὐτοῦ, συντιτρώσκουσι δὲ πολλούς, ὧν ἦν καὶ ὁ Κάτων. τρεψάμενοι δὲ καὶ κατακλείσαντες εἰς τὴν οἰκίαν ἐκείνους, ἀνηγορεύθησαν ὕπατοι, καὶ μετ´ οὐ πολὺν χρόνον αὖθις ὅπλοις περισχόντες τὸ βῆμα, καὶ τὸν Κάτωνα τῆς ἀγορᾶς ἐκβαλόντες, καί τινας ὑποστάντας ἀποκτείναντες, Καίσαρι μὲν ἄλλην ἐπέδοσαν πενταετίαν τῆς ἀρχῆς, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν ἐψηφίσαντο Συρίαν καὶ Ἰβηρίας συναμφοτέρας. κληρουμένων δὲ Συρίαν ἔλαχε Κράσσος, τὰ δ´ Ἰβηρικὰ Πομπήιος.
 

     
Plutarch, Caes., 21 ( Doehner, Paris, 1847 ).
  

 
Ταῦτα ἡ σύγκλητος πυθομένη πεντεκαίδεχ´ ἡμέρας ἐψηφίσατο θύειν τοῖς θεοῖς καὶ σχολάζειν ἑορτάζοντας, ὅσας ἐπ´ οὐδεμιᾷ νίκῃ πρότερον. καὶ γὰρ ὁ κίνδυνος ἐφάνη μέγας ἐθνῶν ἅμα τοσούτων ἀναρραγέντων, καὶ τὸ νίκημα λαμπρότερον, ὅτι Καῖσαρ ἦν ὁ νικῶν, ἡ πρὸς ἐκεῖνον εὔνοια τῶν πολλῶν ἐποίει. Καὶ γὰρ αὐτὸς εὖ θέμενος τὰ κατὰ τὴν Γαλατίαν, πάλιν ἐν τοῖς περὶ Πάδον χωρίοις διεχείμαζε, συσκευαζόμενος τὴν πόλιν. οὐ γὰρ μόνον οἱ τὰς ἀρχὰς παραγγέλλοντες, ἐκείνῳ χρώμενοι χορηγῷ καὶ τοῖς παρ´ ἐκείνου χρήμασι διαφθείροντες τὸν δῆμον, ἀνηγορεύοντο καὶ πᾶν ἔπραττον ὃ τὴν ἐκείνου δύναμιν αὔξειν ἔμελλεν, ἀλλὰ καὶ τῶν ἐπιφανεστάτων ἀνδρῶν καὶ μεγίστων οἱ πλεῖστοι συνῆλθον πρὸς αὐτὸν εἰς Λοῦκαν, Πομπήϊός τε καὶ Κράσσος, καὶ Ἄππιος ὁ τῆς Σαρδόνος ἡγεμών, καὶ Νέπως ὁ τῆς Ἰβηρίας ἀνθύπατος, ὥστε ῥαβδούχους μὲν ἑκατὸν εἴκοσι γενέσθαι, συγκλητικοὺς δὲ πλείονας ἢ διακοσίους. βουλὴν δὲ θέμενοι διεκρίθησαν ἐπὶ τούτοις· ἔδει Πομπήϊον μὲν καὶ Κράσσον ὑπάτους ἀποδειχθῆναι, Καίσαρι δὲ χρήματα καὶ πενταετίαν ἄλλην ἐπιμετρηθῆναι τῆς στρατηγίας. ὃ καὶ παραλογώτατον ἐφαίνετο τοῖς νοῦν ἔχουσιν· οἱ γὰρ τοσαῦτα χρήματα παρὰ Καίσαρος λαμβάνοντες ὡς οὐκ ἔχοντι διδόναι τὴν βουλὴν ἔπειθον, μᾶλλον δ´ ἠνάγκαζον, ἐπιστένουσαν οἷς ἐψηφίζοντο, Κάτωνος μὲν οὐ παρόντος, ἐπίτηδες γὰρ αὐτὸν εἰς Κύπρον ἀπεδιοπομπήσαντο, Φαωνίου δ´, ὃς ἦν ζηλωτὴς Κάτωνος, ὡς οὐδὲν ἐπέραινεν ἀντιλέγων, ἐξαλλομένου διὰ θυρῶν καὶ βοῶντος εἰς τὸ πλῆθος. ἀλλὰ προσεῖχεν οὐδείς, τῶν μὲν Πομπήϊον αἰδουμένων καὶ Κράσσον, οἱ δὲ πλεῖστοι, Καίσαρι χαριζόμενοι καὶ πρὸς τὰς ἀπ´ ἐκείνου ζῶντες ἐλπίδας ἡσύχαζον.
 

     
Velleius Paterculus, II ( Shipley, London, 1924 ).
  

 
46. ... Crasso bellum Parthicum iam animo molienti Syria decreta. ...

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

48. ... quippe Pompeius in secundo consulatu Hispanias sibi decerni voluerat ...
 

  
  
Links : Dion Cassius, XXXIX  |  Livius, Per.  |  Plutarch, Pomp.
  


Traduction française