LEX SULPICIA DE NOVORUM CIVIUM LIBERTINORUMQUE SUFFRAGIIS
     
( 88 BC )
 

     
Appianus, Bell. Civ., I ( 
Firmin-Didot, Paris, 1840 ).
  

 
55. ... Μάριος δὲ τὸν πόλεμον εὐχερῆ τε καὶ πολύχρυσον ἡγούμενος εἶναι καὶ ἐπιθυμῶν τῆς στρατηγίας ὑπηγάγετό οἱ συμπράσσειν ἐς τοῦτο Πούπλιον Σουλπίκιον δήμαρχον ὑποσχέσεσι πολλαῖς καὶ τοὺς ἐκ τῆς Ἰταλίας νεοπολίτας, μειονεκτοῦντας ἐπὶ ταῖς χειροτονίαις, ἐπήλπιζεν ἐς τὰς φυλὰς ἁπάσας διαιρήσειν, οὐ προλέγων μέν τι περὶ τῆς ἑαυτοῦ χρείας, ὡς δὲ ὑπηρέταις ἐς πάντα χρησόμενος εὔνοις. Καὶ νόμον αὐτίκα ὁ Σουλπίκιος ἐσέφερε περὶ τοῦδε· οὗ κυρωθέντος ἔμελλε πᾶν ὅ τι βούλοιτο Μάριος ἢ Σουλπίκιος ἔσεσθαι, τῶν νεοπολιτῶν πολὺ παρὰ τοὺς ἀρχαίους πλειόνων ὄντων. Οἱ δ' ἀρχαιότεροι συνορῶντες ταῦτα ἐγκρατῶς τοῖς νεοπολίταις διεφέροντο. Ξύλοις δὲ καὶ λίθοις χρωμένων αὐτῶν ἐς ἀλλήλους καὶ μείζονος αἰεὶ γιγνομένου τοῦ κακοῦ, δείσαντες οἱ ὕπατοι περὶ τῇ δοκιμασίᾳ τοῦ νόμου πλησιαζούσῃ προύγραψαν ἡμερῶν ἀργίας πολλῶν, ὁποῖον ἐν ταῖς ἑορταῖς εἴωθε γίγνεσθαι, ἵνα τις ἀναβολὴ γένοιτο τῆς χειροτονίας καὶ τοῦ κακοῦ.
     
56.
 Σουλπίκιος δὲ τὴν ἀργίαν οὐκ ἀναμένων ἐκέλευε τοῖς στασιώταις ἐς τὴν ἀγορὰν ἥκειν μετὰ κεκρυμμένων ξιφιδίων καὶ δρᾶν, ὅ τι ἐπείγοι, μηδ' αὐτῶν φειδομένους τῶν ὑπάτων, εἰ δέοι. Ὡς δὲ αὐτῷ πάντα ἕτοιμα ἦν, κατηγόρει τῶν ἀργιῶν ὡς παρανόμων καὶ τοὺς ὑπάτους Κορνήλιον Σύλλαν καὶ Κόιντον Πομπήιον ἐκέλευεν αὐτὰς αὐτίκα ἀναιρεῖν, ἵνα προθείη τὴν δοκιμασίαν τῶν νόμων. Θορύβου δ' ἀναστάντος οἱ παρεσκευασμένοι τὰ ξιφίδια ἐπεσπάσαντο καὶ τοὺς ὑπάτους ἀντιλέγοντας ἠπείλουν κτενεῖν, μέχρι Πομπήιος μὲν λαθὼν διέφυγε, Σύλλας δ' ὡς βουλευσόμενος ὑπεχώρει. Κἀν τῷδε Πομπηίου τὸν υἱόν, κηδεύοντα τῷ Σύλλᾳ, παρρησιαζόμενόν τι καὶ λέγοντα κτείνουσιν οἱ τοῦ Σουλπικίου στασιῶται. Καὶ ὁ Σύλλας ἐπελθὼν ἐβάστασε τὴν ἀργίαν ἔς τε Καπύην ἐπὶ τὸν ἐκεῖ στρατόν, ὡς ἐκ Καπύης ἐς τὴν Ἀσίαν ἐπὶ τὸν Μιθριδάτου πόλεμον διαβαλῶν, ἠπείγετο· οὐ γάρ πώ τινος τῶν ἐπ' αὐτῷ πραττομένων ᾖσθετο. Ὁ δὲ Σουλπίκιος, ἀναιρεθείσης τῆς ἀργίας καὶ Σύλλα τῆς πόλεως ἀποστάντος, ἐκύρου τὸν νόμον καί, οὗ χάριν ἅπαντα ταῦτα ἐγίγνετο, Μάριον εὐθὺς ἐχειροτόνει τοῦ πρὸς Μιθριδάτην πολέμου στρατηγεῖν ἀντὶ Σύλλα.
 

     
Livius, Per., LXXVII ( Nisard, Paris, 1864 ).
  

 
Cum P. Sulpicius trib. pleb. auctore C. Mario perniciosas leges promulgasset, ut exsules reuocarentur et noui ciues libertinique in tribus distribuerentur ...

  
  
Link : Livius, Per., 71-80.
  


Traduction française