Ταῦτά
τε οὖν ἅμα διῴκει, καὶ τὸν περὶ τῶν ἀρχαιρεσιῶν νόμον, τὸν κελεύοντα
τοὺς ἀρχήν τινα ἐπαγγέλλοντας, ἐς τὴν ἐκκλησίαν πάντως ἀπαντᾶν, ὥστε
μηδένα ἀπόντα αἱρεῖσθαι, παρημελημένον πως ἀνενεώσατο· τό τε δόγμα τὸ
μικρὸν ἔμπροσθε γενόμενον, ὥστε τοὺς ἄρξαντας ἐν τῇ πόλει, μὴ πρότερον
ἐς τὰς ἔξω ἡγεμονίας, πρὶν πέντε ἔτη παρελθεῖν, κληροῦσθαι, ἐπεκύρωσεν.
Οὐδ' ᾐσχύνθη τότε μὲν τοιαῦτα γράψας, ὕστερον δὲ οὐ πολλῷ αὐτός τε τὴν
Ἰβηρίαν ἐς πέντε ἄλλα ἔτη λαβών, καὶ τῷ Καίσαρι καὶ ἀπόντι (οἱ γὰρ φίλοι
αὐτοῦ δεινῶς ἠγανάκτουν) αἰτῆσαι τὴν ὑπατείαν, ὥσπερ ἐψήφιστο, δούς.
Προσέγραψε μὲν γὰρ τῷ νόμῳ τὸ μόνοις αὐτὸ ἐξεῖναι ποιεῖν, οἷς ἂν ὀνομαστί
τε καὶ ἄντικρυς ἐπιτραπῇ. Διέφερε δ' οὐδὲν τοῦτο τοῦ μηδ' ἀρχὴν κεκωλῦσθαι·
πάντως γὰρ οἵ τι δυνάμενοι καὶ ἐκεῖνο ψηφισθῆναί σφισι διαπράξασθαι
ἔμελλον. Ὁ μὲν οὖν Πομπήιος τοιαῦτ' ἐπολιτεύετο. |