LEX POMPEIA DE AMBITU
   
( 52 BC )
 

     
Appianus, Bell. Civ., II ( 
Firmin-Didot, Paris, 1840 ).
  

 
23. ... ὁ δὲ Πομπήιος δίκας προυτίθει τῶν τε ἄλλων ἁμαρτημάτων καὶ μάλιστα δωροδοκίας καὶ δεκασμοῦ ἐδόκει γὰρ ἐντεῦθεν αὐτῷ νοσεῖν τὰ κοινὰ ἀρξάμενα ἐν τούτῳ καὶ τὴν ἴασιν ἕξειν ταχεῖανν, νόμῳ τε ὥριζεν ἀπὸ τῆς ἑαυτοῦ τὸ πρῶτον ὑπατείας ἐς τὸ παρὸν εὐθύνειν τὸν ἐθέλοντα. Καὶ ἦν ὁ χρόνος ὀλίγῳ μείων ἐτῶν εἴκοσιν, ἐν ᾧ καὶ ὁ Καῖσαρ γεγένητο ὕπατος. Τῶν οὖν φίλων τοῦ Καίσαρος ὑπονοούντων ἐς ὕβριν ἢ ἐς ἐπήρειαν αὐτὸν τοῦ Καίσαρος ὧδε πολὺ τοῦ χρόνου προλαβεῖν καὶ παραινούντων τὸ παρὸν διορθοῦσθαι μᾶλλον ἢ τὸ παρελθὸν ἐνοχλεῖν ἐπ' ἀνδράσι τοσοῖσδε ἀξιολόγοις, ἐπονομαζόντων δὲ τοῖς ἄλλοις καὶ τὸν Καίσαρα, ὁ Πομπήιος ἀμφὶ μὲν τοῦ Καίσαρος ἠγανάκτει, ὡς ἀμείνονος ὄντος ὑποψίας, ἐπεὶ καὶ τὴν ἑαυτοῦ δευτέραν ὑπατείαν τῷ χρόνῳ περιλαμβάνεσθαι, πολὺ δὲ ἀναλαβεῖν ἔλεγεν ἐς ἀκριβῆ διόρθωσιν ἐπιτετριμμένης ἐκ πολλοῦ τῆς πολιτείας.
       
24.
 Τοιαῦτα δ' εἰπὼν ἐκύρου τὸν νόμον, καὶ πλῆθος ἦν αὐτίκα δικῶν ποικίλων. Ἵνα τε μὴ δείσειαν οἱ δικασταί, αὐτὸς αὐτοὺς ἐπώπτευε στρατιὰν περιστησάμενος. Καὶ πρῶτοι μὲν ἀπόντες ἑάλωσαν Μίλων τε ἐπὶ τῷ Κλωδίου φόνῳ καὶ Γαβίνιος παρανομίας ὁμοῦ καὶ ἀσεβείας, ὅτι χωρὶς ψηφίσματος ἐς Αἴγυπτον μετὰ στρατιᾶς ἐσέβαλεν ἀπαγορευόντων τῶν Σιβυλλείων, Ὑψαῖος δὲ καὶ Μέμμιος καὶ Σέξστος καὶ ἕτεροι πλείονες ἐπὶ δωροδοκίαις ἢ πλήθους δεκασμῷ. Σκαῦρον δὲ τοῦ πλήθους παραιτουμένου ἐκήρυξεν ὁ Πομπήιος ὑπακοῦσαι τῇ δίκῃ· καὶ πάλιν τοῦ δήμου τοὺς κατηγόρους ἐνοχλοῦντος, σφαγή τις ἐκ τῶν Πομπηίου στρατιωτῶν ἐπιδραμόντων ἐγένετο, καὶ ὁ μὲν δῆμος κατεσιώπησεν, ὁ δὲ Σκαῦρος ἑάλω. Καὶ πάντων φυγὴ κατέγνωστο, Γαβινίου δὲ καὶ δήμευσις ἦν ἐπὶ τῇ φυγῇ. Καὶ τάδε ἡ βουλὴ λαμπρῶς ἐπαινοῦσα δύο τε ἄλλα τέλη καὶ χρόνον ἐς τὴν ἀρχὴν τῶν ἐθνῶν ἕτερον τῷ Πομπηίῳ προσεψηφίσαντο. Μέμμιος δὲ ἁλοὺς ἐπὶ δεκασμῷ, τοῦ νόμου τοῦ Πομπηίου διδόντος αὐτῷ φήναντι ἕτερον ἀφεῖσθαι τῆς καταδίκης, τὸν πενθερὸν τοῦ Πομπηίου Λεύκιον Σκιπίωνα προεκαλέσατο ἐς ὁμοίαν δεκασμοῦ δίκην. Καὶ ἐπὶ τῷδε τοῦ Πομπηίου τὴν τῶν κρινομένων ἐσθῆτα μεταλαβόντος πολλοὶ καὶ τῶν δικαστῶν μετελάμβανον. Ὀλοφυράμενος οὖν ὁ Μέμμιος τὴν πολιτείαν διέλυσε τὴν δίκην.


     
Cicero, Brut., 94, 324 ( Richard, Paris, 1934 ).
  

 
... cum lege Pompeia ternis horis ad dicendum datis ad causas simillumas inter se uel potius easdem noui ueniebamus cotidie. ...
 

     
Dion Cassius, XL, 52 ( Gros, Paris, 1845-70 ).
  

 
Πάνυ γὰρ πολλοὶ ἐπὶ τῷ ἐγκλήματι τούτῳ εὐθύνθησαν, καὶ μάλισθ' ὅτι τὰ δικαστήρια ἀκριβέστερον ἐκ τῶν τοῦ Πομπηίου νόμων συνήγετο. Πάντας τε γὰρ τοὺς ἄνδρας, ἐξ ὧν τοὺς δικάσοντας ἀποκληροῦσθαι ἐδόκει αὐτὸς ἐπελέγετο· καὶ τὸν τῶν συναγορευσόντων ἑκατέρῳ τῷ μέρει ἀριθμὸν ὥρισεν, ὥστε μὴ ὑπὸ τοῦ πλήθους αὐτῶν τοὺς δικαστὰς θορυβουμένους ἐκταράττεσθαι. Χρόνον τε τῷ μὲν διώκοντι δύο ὥρας, τῷ δὲ φεύγοντι τρεῖς δίδοσθαι ἐκέλευσε. Καὶ, ὃ δὴ μάλιστα πλείστοις ἐλυμαίνετο, τό τινας ἐπαινέτας ὑπὸ τῶν κρινομένων δίδοσθαι (πάμπολλοι γὰρ ὑπὸ τῶν ἀξιοπίστων ἐπαινούμενοι ἐξηρπάζοντο) ἐπηνώρθωσε, νομοθετήσας μηδένα ἔτι τὸ πα ράπαν ἐξεῖναι ἐν τοῖς τοιούτοις γίγνεσθαι. Καὶ ταῦτα μὲν ἄλλα τέ τινα κατὰ πάντων ὁμοίως τῶν δικαστηρίων ἐτάχθη. Τοῖς δὲ δὴ τὰς ἀρχὰς δεκάζουσι καὶ τοὺς προεαλωκότας ἐπὶ τοιούτῳ τινὶ κατηγόρους ἐπέστησεν, ἆθλόν σφισιν οὐκ ἐλάχιστον προθείς. Εἰ γάρ τις ἤτοι δύο τῶν ὁμοίων τῶν τε ἐλαττόνων, ἢ καὶ ἕνα τῶν μειζόνων ἢ τῆς καθ' ἑαυτὸν αἰτίας, εἷλεν, ἄδειαν εὑρίσκετο.
 

     
Plutarch, Cat. Min., 48 ( Mikros Apoplous ).
  

 
Οὕτω δ´ ἀποδειχθεὶς ὕπατος ὁ Πομπήϊος ἐδεήθη τοῦ Κάτωνος ἐλθεῖν πρὸς αὐτὸν εἰς τὸ προάστειον. ἐλθόντα δὲ δεξάμενος φιλοφρόνως ἀσπασμοῖς καὶ δεξιώσεσι καὶ χάριν ὁμολογήσας, παρεκάλει σύμβουλον αὑτῷ καὶ πάρεδρον εἶναι τῆς ἀρχῆς. ὁ δὲ Κάτων ἀπεκρίνατο, μήτε τὰ πρότερα πρὸς ἀπέχθειαν εἰπεῖν Πομπηΐου, μήτε ταῦτα πρὸς χάριν, ἀλλ´ ἐπὶ συμφέροντι πάντα τῆς πόλεως· ἰδίᾳ μὲν οὖν αὐτῷ παρακαλοῦντι σύμβουλος ἔσεσθαι, δημοσίᾳ δὲ κἂν μὴ παρακαλῆται πάντως ἐρεῖν τὸ φαινόμενον. καὶ ταῦτ´ ἔπραττεν ὡς εἶπε. πρῶτον μὲν γὰρ ἐπὶ τοὺς δεκάσαντας ἤδη τὸν δῆμον ἐπιτίμια καινὰ καὶ δίκας μεγάλας τοῦ Πομπηΐου νομοθετοῦντος, ἀμελεῖν ἐκέλευσε τῶν γεγονότων καὶ προσέχειν τοῖς μέλλουσιν· οὔτε γὰρ ὅπου στήσεται τὰ προημαρτημένα ζητῶν ὁρίσαι ῥᾴδιον, ἐάν τε νεώτερα γράφηται τῶν ἀδικημάτων ἐπιτίμια, δεινὰ πείσεσθαι τοὺς ὃν οὐ παρέβαινον ὅτ´ ἠδίκουν νόμον, κατὰ τοῦτον κολαζομένους. ἔπειτα πολλῶν κρινομένων ἐπιφανῶν ἀνδρῶν, ἐνίων δὲ καὶ φίλων τοῦ Πομπηΐου καὶ οἰκείων, ὁρῶν αὐτὸν ἐνδιδόντα {ἐν} πολλοῖς καὶ καμπτόμενον, ἐπετίμα σφοδρῶς καὶ διήγειρεν. ἐπεὶ δὲ νόμῳ τοὺς εἰωθότας λέγεσθαι περὶ τῶν κρινομένων ἐπαίνους αὐτὸς ἀφελών, Μουνατίῳ Πλάγκῳ συγγράψας ἔπαινον ἐπὶ τῆς δίκης ἔδωκεν, ἐπισχόμενος ὁ Κάτων τὰ ὦτα ταῖς χερσὶν (ἔτυχε γὰρ δικάζων) ἐκώλυεν ἀναγινώσκεσθαι τὴν μαρτυρίαν· ὁ δὲ Πλάγκος ἀπέλεξεν αὐτὸν ἐκ τῶν δικαστῶν μετὰ τοὺς λόγους, καὶ οὐδὲν ἧττον ἥλω. καὶ ὅλως ἄπορον ἦν πρᾶγμα καὶ δυσμεταχείριστον ὁ Κάτων τοῖς φεύγουσι, μήτε βουλομένοις αὐτὸν ἀπολιπεῖν δικαστήν, μήτ´ ἀπολέγειν τολμῶσιν. ἥλωσαν γὰρ οὐκ ὀλίγοι τῷ Κάτωνα φεύγειν δόξαντες οὐ θαρρεῖν τοῖς δικαίοις· ἐνίοις δὲ καὶ προὔφερον οἱ λοιδοροῦντες ὡς ὄνειδος μέγα τὸ μὴ δέξασθαι κριτὴν Κάτωνα προτεινόμενον.

  
  
Links : Cicero, Brut.  |  Dion Cassius, XL  |  Plutarch, Cat. Min.
  


Traduction française