Nam
cum is tr. pl. duas leges in eo magistratu tulisset, unam perniciosam,
alteram egregiam : quod summae rei p. nocuisset ab illo ipso tr.
abiectum est, bonum autem quod . . . summa resp. manet et (?) in vestri
ordina . . . dis fuit. — Dictum est iam supra
de his legibus, quarum una de libertinorum suffragiis, quae cum S.C.
damnata esset, ab ipso quoque Manilio non ultra defensa est : altera
de bello Mithridatico Cn. Pompeio extra ordinem mandando, ex qua
lege tum Magnus Pompeius bellum gerebat. |
40. Ἐσήνεγκε
μὲν οὖν καὶ ὁ Ῥώσκιος νόμον, ἐσήνεγκε δὲ καὶ ὁ Γάιος ὁ Μάλλιος, ὅτε
ἐδημάρχησεν· ἀλλ' ἐκεῖνος μέν τὰς γὰρ τῶν ἱππέων τὰς ἐν τοῖς θεάτροις
ἕδρας ἀκριβῶς ἀπὸ τῶν ἄλλων ἀφώρισε καὶ ἔπαινον ἐπ' αὐτῷ ἔλαβεν· ὁ δὲ
δὴ Μάλλιος, καὶ δίκην ὀλίγου ὑπέσχε. Τῷ γὰρ ἔθνει τῷ τῶν ἀπελευθέρων
ἔν τε τῇ ἐσχάτῃ τοῦ ἔτους ἡμέρᾳ, καὶ πρὸς ἑσπέραν, παρασκευάσας τινὰς
ἐκ τοῦ ὁμίλου, ψηφίσασθαι μετὰ τῶν ἐξελευθερωσάντων σφᾶς ἔδωκεν. Ἐπεὶ
δὲ ἡ βουλὴ (εὐθὺς τῇ ὑστεραίᾳ, ἐν αὐτῇ τῇ νουμηνίᾳ ἐπύθετο {ἐν ᾗ} Λούκιός
τε Τούλλιος καὶ Αἰμίλιος Λέπιδος ὑπατεύειν ἤρξαντο), τὸν νόμον αὐτοῦ
ἀπεψηφίσατο, φοβηθείς, ἐπειδὴ τὸ πλῆθος δεινῶς ἠγανάκτει, τὰ μὲν πρῶτα
ἔς τε τὸν Κράσσον καὶ ἐς ἄλλους τινὰς τὴν γνώμην ἀνῆγεν· ὡς δ' οὐδεὶς
ἐπίστευέν οἱ, τὸν Πομπήιον καὶ ἀπόντα ἐκολάκευσεν, ἄλλως τε καὶ ὅτι
τὸν Γαβίνιον πλεῖστον παρ' αὐτῷ δυνάμενον ᾖσθετο. Τόν τε γὰρ τοῦ Τιγράνου
καὶ τὸν τοῦ Μιθριδάτου πόλεμον, τήν τε Βιθυνίαν καὶ τὴν Κιλικίαν ἅμα
ἀρχὴν αὐτῷ προσέταξεν.
41. Ἀγανάκτησις
μὲν γὰρ καὶ ἀντιλογία καὶ τότε παρὰ τῶν δυνατῶν, διά τε τἆλλα, καὶ διότι
ὅ τε Μάρκιος καὶ ὁ Ἀκίλιος, πρὶν τὸν χρόνον σφίσι τῆς ἀρχῆς ἐξήκειν,
κατελύοντο, ἐγένετο. Ὁ δὲ ὅμιλος, καίτοι μικρὸν ἔμπροσθεν τοὺς ἄνδρας
τοὺς καταστήσοντας τὰ ἑαλωκότα, ὡς καὶ διαπεπολεμηκὼς ἐξ ὧν σφίσιν ὁ
Λούκουλλος ἐπεστάλκει, πέμψας, ὅμως ἐψηφίσατο αὐτά, ἐναγόντων σφᾶς ἐς
τὰ μάλιστα τοῦ τε Καίσαρος καὶ τοῦ Κικέρωνος τοῦ Μάρκου. Οὗτοι γὰρ αὐτοῖς
συνηγωνίσαντο οὐχ ὅτι καὶ συμφέρειν αὐτὰ τῇ πόλει ἐνόμιζον, οὐδ' ὅτι
τῷ Πομπηίῳ χαρίσασθαι ἤθελον· ἀλλ' ἐπειδὴ καὶ ὣς γενήσεσθαι ἔμελλε,
Καῖσαρ μὲν τόν τε ὄχλον ἅμα ἐθεράπευσεν, ἅτε καὶ ὁρῶν ὅσῳ τῆς βουλῆς
ἐπικρατέστεροι ἦσαν, καὶ ἑαυτῷ τό τι τῶν ὁμοίων ψηφισθῆναί ποτε παρεσκεύασε,
κἀν τούτῳ καὶ τὸν Πομπήιον καὶ ἐπιφθονώτερον καὶ ἐπαχθέστερον ἐκ τῶν
διδομένων οἱ ποιῆσαι, ὅπως σφίσι πρὸς κόρου θᾶσσον γένηται, ἠθέλησε,
Κικέρων δὲ τήν τε πολιτείαν ἄγειν ἠξίου, καὶ ἐνεδείκνυτο καὶ τῷ πλήθει
καὶ τοῖς δυνατοῖς, ὅτι, ὁποτέροις ἄν σφων πρόσθηται, πάντως αὐτοὺς ἐπαυξήσει.
Ἐπημφοτέριζέ τε γὰρ, καὶ ποτὲ μὲν τὰ τούτων, ἔστι δ' ὅτε καὶ τὰ ἐκείνων,
ἵν' ὑπ' ἀμφοτέρων σπουδάζηται, ἔπραττε. Τοὺς γοῦν βελτίους πρότερον
προαιρεῖσθαι λέγων, καὶ διὰ τοῦτο καὶ ἀγορανομῆσαι μᾶλλον ἢ δημαρχῆσαι
ἐθελήσας, τότε πρὸς τοὺς συρφετώδεις μετέστη. |