LEX IULIA AGRARIA
   
Agrarian law proposed by Caesar during his consulship
     
( March 59 BC )
 

     
Appianus, Bell. Civ., II ( 
Firmin-Didot, Paris, 1840 ).
  

 
10. Καὶ εὐθὺς αὐτῶν ἦσαν ἔριδές τε καὶ ὅπλων ἐπ' ἀλλήλους ἰδίᾳ παρασκευαί. Δεινὸς δ' ὢν ὁ Καῖσαρ ὑποκρίνεσθαι, λόγους ἐν τῇ βουλῇ περὶ ὁμονοίας διέθετο πρὸς Βύβλον, ὡς τὰ κοινὰ λυπήσοντες, εἰ διαφέροιντο. Πιστευθεὶς δ' οὕτω φρονεῖν, ἀπερίσκεπτον ἤδη καὶ ἀπαράσκευον καὶ οὐδὲν ἔτι τῶν γιγνομένων ὑπονοοῦντα τὸν Βύβλον ἔχων, χεῖρά τε πολλὴν ἀφανῶς ἡτοιμάζετο καὶ νόμους ὑπὲρ τῶν πενήτων ἐς τὸ βουλευτήριον ἐσέφερε καὶ γῆν αὐτοῖς διένεμε, καὶ τὴν ἀριστεύουσαν αὐτῆς μάλιστα περὶ Καπύην, ἣ ἐς τὰ κοινὰ διεμισθοῦτο, τοῖς οὖσι πατράσι παίδων τριῶν, ἔμμισθον ἑαυτῷ τῆσδε τῆς χάριτος πλῆθος τοσόνδε ποιούμενος· δισμύριοι γὰρ ἀθρόως ἐφάνησαν οἱ τὰ τρία τρέφοντες μόνοι. Ἐνισταμένων δὲ τῇ γνώμῃ πολλῶν, υποκρινάμενος δυσχεραίνειν, ὼς οὐ δίκαια ποιούντων, ἐξέδραμε καὶ βουλὴν μὲν οὐκέτι συνῆγεν ἐπὶ τὸ ἔτος ὅλον, ἐπὶ δὲ τῶν ἐμβόλων ἐδημηγόρει· Πομπήιόν τε ἐν μέσῳ καὶ Κράσσον ἠρώτα περὶ τῶν νόμων· οἱ δὲ αὐτοὺς ἐπῄνουν, καὶ ὁ δῆμος ἐπὶ τὴν χειροτονίαν ᾖει σὺν κεκρυμμένοις ξιφιδίοις.
11. Ἡ βουλὴ δέ έοὐ γάρ τις αὐτὴν συνῆγεν, οὐδ' ἐξῆν τῷ ἑτέρῳ τῶν ὑπάτων συναγαγεῖν αὐτήνν ἐς τὴν οἰκίαν τοῦ Βύβλου συνελθόντες οὐδὲν μὲν ἀντάξιον τῆς Καίσαρος ἰσχύος τε καὶ παρασκευῆς ἐποίουν, ἐπενόουν δ' ὅμως Βύβλον ἐνίστασθαι τοῖς νόμοις καὶ μὴ δόξαν ἀμελείας, ἀλλὰ ἥσσης ἐνέγκασθαι. Πεισθεὶς οὖν ὁ Βύβλος ἐνέβαλεν ἐς τὴν ἀγορὰν δημηγοροῦντος ἔτι τοῦ Καίσαρος. Ἔριδος δὲ καὶ ἀταξίας γενομένης πληγαί τε ἦσαν ἤδη, καὶ οἱ μετὰ τῶν ξιφιδίων τὰς ῥάβδους καὶ τὰ σημεῖα τοῦ Βύβλου περιέκλων καὶ τῶν δημάρχων ἔστιν οὓς περὶ αὐτὸν ὄντας ἔτρωσαν. Βύβλος δ' οὐ καταπλαγεὶς ἀπεγύμνου τὴν σφαγὴν καὶ μετὰ βοῆς ἐκάλει τοὺς Καίσαρος φίλους ἐπὶ τὸ ἔργον· « Εἰ γὰρ οὐ δύναμαι πεῖσαι τὰ δίκαια ποιεῖν, ἔφη, Καίσαρα, τό γε ἄγος αὐτῷ καὶ μύσος οὕτως ἀποθανὼν ἐπιβαλῶ. » Ἀλλὰ τὸν μὲν ἄκοντα ὑπεξήγαγον οἱ φίλοι ἐς τὸ πλησίον ἱερὸν τοῦ Στησίου Διός, Κάτων δ' ἐπιπεμφθεὶς ὤσατο μὲν ὡς νέος ἐς μέσους καὶ δημηγορεῖν ἤρχετο, μετέωρος δ' ὑπὸ τῶν Καίσαρος ἀρθεὶς ἐξεφέρετο. Καὶ λαθὼν κατ' ἄλλας ὁδοὺς αὖθις ἀνέδραμεν ἐς τὸ βῆμα καὶ λέγειν μὲν ἔτι οὐδενὸς ἀκούοντος ἀπεγίνωσκε, τοῦ δὲ Καίσαρος ἀγροίκως κατεβόα, μέχρι καὶ τότε μετέωρος ἐξερρίφη καὶ τοὺς νόμους ὁ Καῖσαρ ἐκύρωσε.
12. Καὶ ἐπ' αὐτοῖς τόν τε δῆμον ὥρκωσεν ἐς ἀεὶ κυρίους νομιεῖν καὶ τὴν βουλὴν ἐκέλευεν ὀμνύναι. Ἐνισταμένων δὲ πολλῶν καὶ Κάτωνος, εἰσηγεῖτο μὲν ὁ Καῖσαρ θάνατον τῷ μὴ ὀμόσαντι, καὶ ὁ δῆμος ἐπεκύρου· ὤμνυον δ' αὐτίκα δείσαντες οἵ τε ἄλλοι καὶ οἱ δήμαρχοι· οὐ γὰρ ἔτι χρήσιμον ἀντιλέγειν ἦν κυρουμένου διὰ τοὺς ἄλλους τοῦ νόμου. Οὐέττιος δ' ἀνὴρ δημότης, ἐς τὸ μέσον ἐσδραμὼν μετὰ ξιφιδίου γυμνοῦ, ἐπιπεμφθῆναι ἔφη πρός τε Βύβλου καὶ Κικέρωνος καὶ Κάτωνος ἐς ἀναίρεσιν Καίσαρός τε καὶ Πομπηίου καὶ τὸ ξιφίδιον αὑτῷ Βύβλου ῥαβδοῦχον ἐπιδοῦναι Ποστούμιον. Ὑπόπτου δ' ὄντος ἐφ' ἑκάτερα τοῦ πράγματος ὁ μὲν Καῖσαρ ἐξετράχυνε τὸ πλῆθος, τὴν δ' ἐπιοῦσαν ἐξετάσειν τὸν Οὐέττιον ἀνεβάλλοντο. Καὶ ὁ Οὐέττιος φυλασσόμενος ἐν τῷ δεσμωτηρίῳ νυκτὸς ἀνῃρέθη. Εἰκαζομένου δ' ἐς ποικίλα τοῦ συμβεβηκότος ὁ Καῖσαρ οὐκ ἀνίει καὶ τοῦτο δρᾶσαι λέγων τοὺς δεδιότας, ἕως ὁ δῆμος αὐτῷ συνεχώρησεν ἀμύνειν τοῖς ἐπιβεβουλευμένοις. Καὶ Βύβλος μὲν ἐκ χειρῶν ἅπαντα μεθεὶς οἷά τις ἰδιώτης οὐ προῄει τῆς οἰκίας ἐπὶ τὸ λοιπὸν τῆς ἀρχῆς ἅπαν, ὁ δὲ Καῖσαρ οὐδ' αὐτὸς ἔτι ἐζήτει περὶ τοῦ Οὐεττίου, μόνος ἔχων τὸ κράτος ἐπὶ τῇ πολιτείᾳ.
 

 
Dion Cassius, XXXVIII ( Boissevain, Berlin, 1895-1901 ).
 

 
1. Τῷ δὲ ἑξῆς ἔτει ὁ Καῖσαρ τὸ σύμπαν θεραπεῦσαι πλῆθος ἠθέλησεν, ὅπως σφᾶς ἔτι καὶ μᾶλλον σφετερίσηται. βουληθεὶς δὲ καὶ τὰ τῶν δυνατῶν δοκεῖν, ἵνα μὴ καὶ δι´ ἀπεχθείας αὐτῷ ὦσι, πράττειν, εἶπέ σφισι πολλάκις ὅτι οὔτε γράψοι τι ὃ μὴ καὶ ἐκείνοις συνοίσει· καὶ δὴ γνώμην τινὰ περὶ τῆς χώρας, ἣν παντὶ τῷ ὁμίλῳ κατένειμεν, οὕτω συνέγραψεν ὥστε μηδὲ μικρόν τι αὐτῆς αἰτιαθῆναι· καὶ οὐδὲ ταύτην μέντοι ἐσοίσειν, εἰ μὴ βουλομένοις σφίσιν εἴη, ἐπλάττετο. τοῦ μὲν δὴ οὖν νόμου ἕνεκα οὐδεὶς αὐτῷ οὐδὲν ἐπικαλέσαι ἐδύνατο· τό τε γὰρ πλῆθος τῶν πολιτῶν ὑπέρογκον ὄν, ἀφ´ οὗπερ καὶ τὰ μάλιστα ἐστασίαζον, πρός τε τὰ ἔργα καὶ πρὸς γεωργίας ἐτρέπετο, καὶ τὰ πλεῖστα τῆς Ἰταλίας ἠρημωμένα αὖθις συνῳκίζετο, ὥστε μὴ μόνον τοὺς ἐν ταῖς στρατείαις τεταλαιπωρημένους ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας διαρκῆ τὴν τροφὴν ἔχειν μήτε τῆς πόλεως οἴκοθέν τι δαπανωμένης μήτε τῶν δυνατῶν ζημιουμένων, ἀλλὰ καὶ τιμὴν καὶ ἀρχὴν πολλῶν προσλαμβανόντων. τὴν δὲ χώραν τήν τε κοινὴν ἅπασαν πλὴν τῆς Καμπανίδος ἔνεμε (ταύτην γὰρ ἐν τῷ δημοσίῳ ἐξαίρετον διὰ τὴν ἀρετὴν συνεβούλευσεν εἶναι), καὶ τὴν λοιπὴν οὔτε παρὰ ἄκοντός τινος οὔτ´ αὖ ὅσου ἂν οἱ γεωνόμοι βουληθῶσιν, ἀλλὰ πρῶτον μὲν παρ´ ἑκόντων, ἔπειτα δὲ τοσούτου ὅσου ἐν ταῖς ἀπογραφαῖς ἐτετίμητο, ἀγορασθῆναι ἐκέλευσε. χρήματά τε γὰρ πολλὰ ἀπό τε τῆς λείας ἣν ὁ Πομπήιος εἰλήφει καὶ ἀπὸ τῶν φόρων τῶν τε τελῶν τῶν προσκαταστάντων περιεῖναί σφισιν ἔλεγε, καὶ χρῆναι αὐτά, ἅτε καὶ τοῖς τῶν πολιτῶν κινδύνοις πεπορισμένα, ἐς αὐτοὺς ἐκείνους ἀναλωθῆναι. καὶ μέντοι καὶ τοὺς γεωνόμους οὔτ´ ὀλίγους, ὥστε καὶ δυναστείᾳ τινὶ ἐοικέναι, οὔτ´ ἐξ ὑπευθύνων, ὥστε τινὰ δυσχερᾶναι, καθίστη, ἀλλὰ πρῶτον μὲν τοῦ συχνοὺς τῆς τιμῆς μετασχεῖν εἴκοσιν, ἔπειτα δὲ τοὺς ἐπιτηδειοτάτους, πλὴν ἑαυτοῦ. πάνυ γάρ τι τοῦτο προδιωμολογήσατο, ὅπως μὴ δι´ ἑαυτόν τι γράφειν νομισθείη· αὐτὸς μὲν γὰρ τῇ τε εὑρήσει καὶ τῇ ἐσηγήσει τοῦ πράγματος ἠρκεῖτο, ὥς γε ἔλεγε, τῷ δὲ δὴ Πομπηίῳ καὶ τῷ Κράσσῳ τοῖς τε ἄλλοις φανερῶς ἐχαρίζετο.
2. ἕνεκα μὲν οὖν τῶν γραφέντων ἀναίτιος ἦν, ὥστε μηδὲ διᾶραι τὸ στόμα ὑπεναντίον οἱ μηδένα τολμῆσαι· καὶ γὰρ προανέγνω αὐτὰ ἐν τῇ βουλῇ, καὶ ὀνομαστὶ ἕνα ἕκαστον αὐτῶν ἀνακαλῶν ἐπηρώτησε μή τί τις αἰτιᾶται, μεταγράψειν ἢ καὶ παντελῶς ἀπαλείψειν, εἴ γέ τῳ μὴ ἀρέσειέ τι, ὑποσχόμενος. τὸ δὲ δὴ σύμπαν καὶ πάνυ πάντες οἱ δυνατοὶ οἵ γε ἔξω τῆς συνωμοσίας ὄντες ἐδυσχέραινον. καὶ αὐτό γε τοῦτο αὐτοὺς ἐς τὰ μάλιστα ἐλύπει, ὅτι τοιαῦτα συγγεγραφὼς ἦν ὥστε μήτε τινὰ αἰτίαν δύνασθαι λαβεῖν καὶ πάντας σφᾶς βαρύνειν· ὑπώπτευον γὰρ αὐτόν, ἐφ´ ᾧπέρ που καὶ ἐγίγνετο, τό τε πλῆθος ἀπ´ αὐτῶν ἀναρτήσεσθαι καὶ ὄνομα καὶ ἰσχὺν καὶ ἐπὶ πάντας ἀνθρώπους ἕξειν. καὶ διὰ τοῦτο, εἰ καὶ μηδείς οἱ ἀντέλεγεν, ἀλλ´ οὔτι γε καὶ συνεπῄνουν. τοῖς μὲν δὴ οὖν ἄλλοις ἐξήρκει τοῦτο, καὶ ἐπηγγέλλοντο μὲν ἀεὶ αὐτῷ προβουλεύσειν, ἐποίουν δὲ οὐδέν, ἀλλὰ διατριβαὶ καὶ ἀναβολαὶ τὴν ἄλλως ἐγίγνοντο·
3. ὁ δὲ δὴ Κάτων ὁ Μᾶρκος {ὁ ὕπατος} (ἦν δὲ ἄλλως μὲν ἐπιεικὴς καὶ οὐδενὶ νεοχμῷ ἀρεσκόμενος, οὐ μὴν καὶ ῥώμην τινὰ οὔτε ἐκ φύσεως οὔτε ἐκ παιδείας ἔχων) τοῖς μὲν γεγραμμένοις οὐδὲν οὐδ´ αὐτὸς ἐπεκάλει, τὸ δ´ ὅλον ἠξίου τῇ τε παρούσῃ σφᾶς καταστάσει χρῆσθαι καὶ μηδὲν ἔξω αὐτῆς ποιεῖν. καὶ ἐμέλλησε μὲν ἐπὶ τούτοις ὁ Καῖσαρ ἐς τὸ δεσμωτήριον τὸν Κάτωνα ἐξ αὐτοῦ τοῦ συνεδρίου ἐξελκύσας ἐμβαλεῖν· ἐπεὶ δὲ ἐκεῖνός τε ἑτοιμότατα ἑαυτὸν ἀπάγεσθαι ἐπέδωκε, καὶ τῶν ἄλλων οὐκ ὀλίγοι οἱ ἐφέσποντο, καί τις αὐτῶν Μᾶρκος Πετρέιος ἐπιτιμηθεὶς ὑπ´ αὐτοῦ ὅτι μηδέπω διαφειμένης τῆς βουλῆς ἀπαλλάττοιτο, ἔφη ὅτι μετὰ Κάτωνος ἐν τῷ οἰκήματι μᾶλλον ἢ μετὰ σοῦ ἐνταῦθα εἶναι βούλομαι, κατῃδέσθη, καὶ τόν τε Κάτωνα ἀφῆκε καὶ τὴν γερουσίαν ἀπήλλαξε, τοσοῦτον μόνον ὑπειπὼν ὅτι ἐγὼ μὲν ὑμᾶς καὶ δικαστὰς τοῦ νόμου καὶ κυρίους ἐποιησάμην, ὅπως, εἴ τι μὴ ἀρέσειεν ὑμᾶς, μηδ´ ἐς τὸν δῆμον ἐσενεχθείη· ἐπεὶ δ´ οὐκ ἐθέλετε προβουλεῦσαι, ἐκεῖνος αὐτὸς αἱρήσεται.
4. κἀκ τούτου οὐδ´ ἄλλο τι τῇ γερουσίᾳ ἐν τῇ ἀρχῇ ταύτῃ ἐπεκοινώνησεν, ἀλλ´ ἐς τὸν δῆμον ἄντικρυς πάνθ´ ὅσα ἐβούλετο ἐσέφερεν. ἐθελήσας δ´ οὖν καὶ ὣς ὁμογνώμονας τῶν πρώτων τινὰς ἐν τῇ ἐκκλησίᾳ λαβεῖν (καὶ γὰρ ἤλπιζε μετεγνωκέναι τε αὐτοὺς καί πῃ καὶ τὸ πλῆθος φοβηθήσεσθαι) ἤρξατο ἀπὸ τοῦ συνάρχοντος, καὶ ἐπύθετο αὐτοῦ εἰ τὰ τοῦ νόμου μέμφοιτο. ἐπεί τ´ ἐκεῖνος οὐδὲν ἀπεκρίνατο πλὴν ὅτι οὐκ ἂν ἀνάσχοιτο ἐν τῇ ἑαυτοῦ ἀρχῇ νεωτερισθῆναί τι, αὐτός τε πρὸς ἱκετείαν αὐτοῦ ἐτράπετο καὶ τὸν ὅμιλον συνδεηθῆναί οἱ ἔπεισεν, εἰπὼν ὅτι ἕξετε τὸν νόμον ἂν οὗτος ἐθελήσῃ. ὁ οὖν Βίβουλος μέγα ἀναβοήσας "οὐχ ἕξετε" ἔφη "τὸν νόμον τοῦτον ἐν τῷ ἔτει τούτῳ, οὐδ´ ἂν πάντες ἐθελήσητε." καὶ ὁ μὲν ταῦτ´ εἰπὼν ἀπηλλάγη· ὁ δὲ δὴ Καῖσαρ τῶν μὲν ἄλλων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων οὐδένα ἔτι διήρετο, δείσας μὴ καὶ ἐκείνων τις ἐναντιωθῇ οἱ, τὸν δὲ δὴ Πομπήιον τόν τε Κράσσον καίπερ ἰδιωτεύοντας παραγαγὼν ἐκέλευσε γνώμην περὶ τῶν γεγραμμένων ἀποφήνασθαι, οὐχ ὅτι οὐκ ἠπίστατο τὴν διάνοιαν αὐτῶν (σύμπαντα γὰρ κοινῇ ἔπραττον) ἀλλ´ ἵνα αὐτοῖς τε ἐκείνοις τιμήν, ὅτι καίτοι μηδεμίαν ἀρχὴν ἔχουσιν συμβούλοις περὶ τοῦ νόμου χρῷτο, προσθείη, καὶ τοὺς ἄλλους προσκαταπλήξῃ, ὁμογνώμονας τοὺς πρώτους τε ὁμολογουμένως ἐν τῇ πόλει τότε ὄντας καὶ μέγιστον παρὰ πάντας δυναμένους λαβών, τῷ τε πλήθει καὶ κατ´ αὐτὸ τοῦτο χαρίσαιτο, τεκμηριῶν ὅτι μήτ´ ἀτόπου μήτ´ ἀδίκου τινὸς ὀρέγοιντο, ἀλλ´ ὧν καὶ ἐκεῖνοι καὶ δοκιμασταὶ καὶ ἐπαινέται γίγνοιντο.
5. ὅ τε οὖν Πομπήιος μάλα ἀσμένως "οὐκ ἐγώ" ἔφη "μόνος, ὦ Κυιρῖται, τὰ γεγραμμένα δοκιμάζω, ἀλλὰ καὶ ἡ ἄλλη βουλὴ πᾶσα, δι´ ὧν οὐχ ὅτι τοῖς μετ´ ἐμοῦ ἀλλὰ καὶ τοῖς μετὰ τοῦ Μετέλλου συστρατευσαμένοις ποτὲ γῆν δοθῆναι ἐψηφίσατο. τότε μὲν οὖν (οὐ γὰρ ηὐπόρει τὸ δημόσιον) εἰκότως ἡ δόσις αὐτῆς ἀνεβλήθη· ἐν δὲ δὴ τῷ παρόντι (παμπλούσιον γὰρ ὑπ´ ἐμοῦ γέγονε) προσήκει καὶ ἐκείνοις τὴν ὑπόσχεσιν καὶ τοῖς ἄλλοις τὴν ἐπικαρπίαν τῶν κοινῶν πόνων ἀποδοθῆναι." ταῦτ´ εἰπὼν ἐπεξῆλθέ τε καθ´ ἕκαστον τῶν γεγραμμένων, καὶ πάντα αὐτὰ ἐπῄνεσεν, ὥστε τὸν ὅμιλον ἰσχυρῶς ἡσθῆναι. ὁ οὖν Καῖσαρ ἰδὼν τοῦτο ἐκεῖνόν τε ἐπήρετο εἰ βοηθήσοι οἱ προθύμως ἐπὶ τοὺς τἀναντία σφίσι πράττοντας, καὶ τῷ πλήθει παρῄνεσε προσδεηθῆναι πρὸς τοῦτο αὐτοῦ. γενομένου δὲ τούτου ἐπαρθεὶς ὁ Πομπήιος, ὅτι τῆς παρ´ ἑαυτοῦ ἐπικουρίας, καίπερ μηδεμίαν ἡγεμονίαν ἔχοντος, καὶ ὁ ὕπατος καὶ ὁ ὅμιλος ἔχρῃζεν, ἄλλα τε πολλὰ ἀνατιμῶν τε καὶ ἀποσεμνύνων ἑαυτὸν διελέξατο, καὶ τέλος εἶπεν ὅτι, ἄν τις τολμήσῃ ξίφος ἀνελέσθαι, καὶ ἐγὼ τὴν ἀσπίδα ἀναλήψομαι. ταῦθ´ οὕτως ὑπὸ τοῦ Πομπηίου λεχθέντα καὶ Κράσσος ἐπῄνεσεν. ὥστ´ εἰ καί τισι τῶν ἄλλων μὴ ἤρεσκεν, - - - οι ἄλλως τε ἄνδρες ἀγαθοὶ νομιζόμενοι καὶ πρὸς τὸν Καίσαρα ἐχθρῶς, ὥς γε καὶ ἐδόκουν σφίσιν, ἔχοντες (οὐ γάρ πω ἡ καταλλαγὴ αὐτῶν ἔκδηλος ἦν) συνῄνουν οἷς ἐγεγράφει, πρόθυμοι πρὸς τὴν τοῦ νόμου κύρωσιν ἐγένοντο.
6. οὐ μέντοι καὶ ὁ Βίβουλος ἐνεδίδου, ἀλλὰ τρεῖς δημάρχους συναγωνιστὰς προσθέμενος ἐκώλυσε τὸ νομοθέτημα, καὶ τέλος, ἐπειδὴ μηκέτ´ αὐτῷ μηδεμία ἄλλη σκῆψις ἀναβολῆς ὑπελείπετο, ἱερομηνίαν ἐς πάσας ὁμοίως τὰς λοιπὰς τοῦ ἔτους ἡμέρας, ἐν αἷς οὐδ´ ἐς ἐκκλησίαν ὁ δῆμος ἐκ τῶν νόμων συνελθεῖν ἐδύνατο, προηγόρευσε. καὶ ἐπειδὴ ὅ τε Καῖσαρ βραχὺ αὐτοῦ φροντίσας ῥητήν τινα ἡμέραν προεῖπεν ἵν´ ἐν αὐτῇ νομοθετήσῃ, καὶ τὸ πλῆθος νυκτὸς τὴν ἀγορὰν προκατέλαβεν, ἐπῆλθε μετὰ τῶν παρεσκευασμένων, καὶ πρὸς μὲν τὸ Διοσκόρειον, ἀφ´ οὗπερ ἐκεῖνος ἐδημηγόρει, διέπεσεν, τὰ μὲν αἰδοῖ τῶν ἀνθρώπων ὑπεικόντων οἱ, τὰ δὲ καὶ νομιζόντων αὐτὸν μὴ καὶ ἐναντιωθήσεσθαί σφισιν, ὡς δὲ ἄνω τε ἐγένετο καὶ ἀντιλέγειν ἐπειρᾶτο, αὐτός τε κατὰ τῶν ἀναβασμῶν ἐώσθη καὶ αἱ ῥάβδοι αὐτοῦ συνετρίβησαν, πληγάς τε καὶ τραύματα ἄλλοι τε καὶ οἱ δήμαρχοι ἔλαβον. καὶ ὁ μὲν νόμος οὕτως ἐκυρώθη, Βίβουλος δὲ τότε μὲν ἀγαπητῶς ἐσώθη, τῇ δ´ ὑστεραίᾳ ἐπείρασε μὲν ἐν τῷ συνεδρίῳ αὐτὸν λῦσαι, ἐπέρανε δ´ οὐδέν· τῇ γὰρ τοῦ πλήθους σπουδῇ δεδουλωμένοι πάντες ἡσύχαζον. ἀνεχώρησέ τε οὖν οἴκαδε, καὶ οὐκέτι τὸ παράπαν ἐς τὸ κοινὸν μέχρι τῆς τελευταίας τοῦ ἔτους ἡμέρας παρῆλθεν, ἀλλ´ ἐν τῇ οἰκίᾳ καταμένων ἀεὶ τῷ Καίσαρι, ὁσάκις γε ἐνεωτέριζέ τι, ἐνετέλλετο διὰ τῶν ὑπηρετῶν ὅτι ἱερομηνία τε εἴη καὶ οὐδὲν ὁσίως ἐκ τῶν νόμων ἐν αὐτῇ δύναιτο δρᾶσθαι. ἐπεχείρησε μὲν γὰρ αὐτὸν ἐπὶ τούτοις Πούπλιός τις Οὐατίνιος δήμαρχος ἐς τὸ οἴκημα καταθέσθαι, τῶν δὲ συναρχόντων οἱ ἐναντιωθέντων οὐκ ἐνέβαλεν, ἀλλ´ ἐκεῖνός τε οὕτω τῶν πολιτικῶν ἐξέστη καὶ οἱ δήμαρχοι οἱ συνεξετασθέντες αὐτῷ οὐκέτ´ οὐδὲν δημόσιον ἔπραξαν.
7. ὁ δ´ οὖν Μέτελλος ὁ Κέλερ ὅ τε Κάτων, καὶ Μᾶρκός τις δι´ αὐτὸν Φαουώνιος, ζηλωτὴς ἐς τὰ μάλιστα αὐτοῦ ὤν, τέως μὲν οὔτ´ ὤμοσαν {τι} περὶ τοῦ νόμου (τοῦτο γὰρ ἀρξάμενόν ποτε, ὥσπερ εἶπον, καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀτόπων ἐγίγνετο) καὶ ἀπισχυρίζοντο, ἄλλως τε καὶ ὁ Μέτελλος ἐς τὸν Νουμιδικὸν ἀναφέρων, μηδέποτε αὐτὸν συνεπαινέσειν· ὡς μέντοι - - - ἡμέρα ᾗ καὶ ἔμελλον τὰ τεταγμένα ἐπιτίμια ὀφλήσειν, ὤμοσαν, ἤτοι κατὰ τὸ ἀνθρώπειον, ὑφ´ οὗ πολλοὶ ὑπισχνοῦνταί τέ τι καὶ ἀπειλοῦσι ῥᾷον ἢ καὶ τῷ ἔργῳ ἐπεξίασιν, ἢ καὶ ὅτι μάτην ζημιωθήσεσθαι ἔμελλον, μηδὲν ἐκ τῆς ἰσχυρογνωμοσύνης σφῶν τὸ κοινὸν ὠφελήσαντες. ...
 

     
Livius, Per., CIII ( Nisard, Paris, 1864 ).
  

 
... Leges agrariae a Caesare cos. cum magna contentione inuito senatu et altero cos. M. Bibulo latae sunt. ...
 

     
Plutarch, Cat. Min. ( Mikros Apoplous ).
  

 
31. Ταῦτα μὲν οὖν ἔμελλεν ἔτι. Λευκόλλου δὲ περὶ τῶν ἐν Πόντῳ διατάξεων στασιάσαντος πρὸς Πομπήϊον—ἠξίουν γὰρ ἰσχύειν ἑκάτερος τὰ ὑφ´ αὑτοῦ γενόμενα—καὶ Λευκόλλῳ Κάτωνος ἀδικουμένῳ περιφανῶς προσαμύνοντος, ἐλαττούμενος ὁ Πομπήϊος ἐν συγκλήτῳ καὶ δημαγωγῶν ἐπὶ νομὴν χώρας ἐκάλει τὸ στρατιωτικόν. ὡς δὲ κἀνταῦθα Κάτων ἐνιστάμενος ἐξέκρουσε τὸν νόμον, οὕτω Κλωδίου τε περιείχετο τοῦ τότε θρασυτάτου τῶν δημαγωγῶν, καὶ Καίσαρα προσήγετο, τρόπον τινὰ Κάτωνος αὐτοῦ παρασχόντος ἀρχήν. ὁ γὰρ Καῖσαρ ἀπὸ τῆς ἐν Ἰβηρίᾳ στρατηγίας ἐπανήκων, ἅμα μὲν ὑπατείαν ἐβούλετο παραγγέλλειν, ἅμα δ´ ᾔτει θρίαμβον. ἐπεὶ δὲ κατὰ νόμον ἔδει τοὺς μὲν ἀρχὴν μετιόντας παρεῖναι, τοὺς δὲ μέλλοντας εἰσελαύνειν θρίαμβον ἔξω τείχους ὑπομένειν, ἠξίου παρὰ τῆς βουλῆς αὐτῷ δοθῆναι δι´ ἑτέρων αἰτεῖσθαι τὴν ἀρχήν. βουλομένων δὲ πολλῶν, ἀντέλεγεν ὁ Κάτων· ὡς δ´ ᾔσθετο χαριζομένους τῷ Καίσαρι, λέγων ὅλην κατανάλωσε τὴν ἡμέραν, καὶ τὴν βουλὴν οὕτως ἐξέκρουσε. χαίρειν οὖν ἐάσας τὸν θρίαμβον ὁ Καῖσαρ εἰσελθὼν εὐθὺς εἴχετο Πομπηΐου καὶ τῆς ὑπατείας· ἀποδειχθεὶς δ´ ὕπατος, τήν τ´ Ἰουλίαν ἐνεγγύησεν αὐτῷ, καὶ συστάντες ἤδη μετ´ ἀλλήλων ἐπὶ τὴν πόλιν, ὁ μὲν εἰσέφερε νόμους, τοῖς πένησι κληρουχίαν καὶ νομὴν χώρας διδόντας, ὁ δὲ παρῆν τοῖς νόμοις βοηθῶν. οἱ δὲ περὶ Λεύκολλον καὶ Κικέρωνα Βύβλῳ τῷ ἑτέρῳ τῶν ὑπάτων συντάξαντες ἑαυτοὺς ἀντέπραττον, μάλιστα δὲ Κάτων, ἤδη μὲν ὑφορώμενος τὴν Καίσαρος καὶ Πομπηΐου φιλίαν καὶ σύστασιν ἐπ´ οὐδενὶ δικαίῳ γεγενημένην, φοβεῖσθαι δὲ φάσκων οὐ τὴν νομὴν τῆς χώρας, ἀλλ´ ὃν ἀντὶ ταύτης ἀπαιτήσουσι μισθὸν οἱ χαριζόμενοι καὶ δελεάζοντες τὸ πλῆθος.
32. Ὡς δὲ ταῦτα λέγων τήν τε βουλὴν ὁμόψηφον εἶχε καὶ τῶν ἐκτὸς ἀνθρώπων οὐκ ὀλίγοι παρίσταντο, δυσχεραίνοντες τὴν ἀτοπίαν τοῦ Καίσαρος—ἃ γὰρ οἱ θρασύτατοι δήμαρχοι καὶ ὀλιγωρότατοι πρὸς χάριν ἐπολιτεύοντο τῶν πολλῶν, ταῦτ´ ἀπ´ ἐξουσίας ὑπατικῆς αἰσχρῶς καὶ ταπεινῶς ὑποδυόμενος τὸν δῆμον ἔπραττε—, φοβηθέντες οὖν ἐχώρουν διὰ βίας, καὶ πρῶτον μὲν αὐτῷ τῷ Βύβλῳ καταβαίνοντι κοπρίων ἐπεσκεδάσθη κόφινος, ἔπειτα τοῖς ῥαβδούχοις προσπεσόντες αὐτοῦ κατέκλασαν τὰς ῥάβδους· τέλος δὲ καὶ βελῶν φερομένων καὶ πολλῶν συντιτρωσκομένων, ἔφυγον ἐξ ἀγορᾶς, δρόμῳ μὲν οἱ λοιποὶ πάντες, ἔσχατος δὲ Κάτων ἀπῄει βάδην, μεταστρεφόμενος καὶ μαρτυρόμενος τοὺς πολίτας. οὐ μόνον οὖν τὴν διανομὴν ἐκύρωσαν, ἀλλὰ καὶ προσεψηφίσαντο τὴν σύγκλητον ὀμόσαι πᾶσαν, ἦ μὴν ἐπιβεβαιώσειν τὸν νόμον καὶ βοηθήσειν, ἄν τις τἀναντία πράττῃ, μεγάλα τάξαντες ἐπιτίμια κατὰ τῶν μὴ ὀμοσάντων. ὤμνυσαν οὖν ἅπαντες ἐξ ἀνάγκης, τὸ Μετέλλου τοῦ παλαιοῦ πάθος ἐν νῷ λαμβάνοντες, ὃν εἰς νόμον ὅμοιον ὀμόσαι μὴ θελήσαντα περιεῖδεν ὁ δῆμος ἐκπεσόντα φυγῇ τῆς Ἰταλίας. διὸ καὶ τὸν Κάτωνα πολλὰ μὲν αἱ γυναῖκες οἴκοι δακρύουσαι καθικέτευον εἶξαι καὶ ὀμόσαι, πολλὰ δ´ οἱ φίλοι καὶ συνήθεις. ὁ δὲ μάλιστα συμπείσας καὶ ἀγαγὼν αὐτὸν ἐπὶ τὸν ὅρκον ἦν Κικέρων ὁ ῥήτωρ, παραινῶν καὶ διδάσκων, ὡς τάχα μὲν οὐδὲ δίκαιόν ἐστι τοῖς ἐγνωσμένοις κοινῇ μόνον οἴεσθαι δεῖν ἀπειθεῖν, ἐν δ´ ἀδυνάτῳ τῷ μεταστῆσαί τι τῶν γεγονότων ἀφειδεῖν ἑαυτοῦ παντάπασιν ἀνόητον καὶ μανικόν· ἔσχατον δὲ κακῶν, εἰ δι´ ἣν ἅπαντα πράττει πόλιν ἀφεὶς καὶ προέμενος τοῖς ἐπιβουλεύουσιν, ὥσπερ ἄσμενος ἀπαλλάξεται τῶν ὑπὲρ αὐτῆς ἀγώνων· καὶ γὰρ εἰ μὴ Κάτων τῆς Ῥώμης, ἀλλ´ ἡ Ῥώμη δεῖται Κάτωνος, δέονται δὲ καὶ οἱ φίλοι πάντες· ὧν αὑτὸν εἶναι πρῶτον ὁ Κικέρων ἔλεγεν, ἐπιβουλευόμενον ὑπὸ Κλωδίου, διὰ δημαρχίας ἄντικρυς ἐπ´ αὐτὸν βαδίζοντος. ὑπὸ τούτων φασὶ καὶ τοιούτων τὸν Κάτωνα λόγων καὶ δεήσεων μαλασσόμενον οἴκοι καὶ κατ´ ἀγοράν, ἐκβιασθῆναι μόλις καὶ προσελθεῖν πρὸς τὸν ὅρκον ἔσχατον ἁπάντων, πλὴν ἑνὸς Φαωνίου τῶν φίλων καὶ συνήθων.
 

     
Plutarch, Pomp( Doehner, Paris, 1847 ).
  

 
47. Interim Caesar a bello reuersus, rem aggressus est, quae et tum magnam ipsi gratiam et multum in posterum potentiae parauit, Pompeio autem ciuitatique grauissimum damnum attulit. Consulatum enim ambiens primum, quia Crassum cum Pompeio dissentire, atque horum alterutrum se inimicum habiturum sentiebat, ad conciliandos eos inuicem animum adiecit. Quod factum honestum alioquin et ciuile, causam tamen habuit malam, estque ab eo insidiosa calliditate susceptum. Omnis enim reipublicae ui quae ante diuisa ueluti scapham modo in hoc modo in alterum nutantem tutus aequali momento addito librauerat, in unum coacta tantum roboris effecit, cui obsisti porro nequiret, quin totam rempublicam euerteret. Quapropter Cato dicentibus dissensione Caesaris et Pompeii quae post incessit, ciuitatem pessumdari, respondit male eos iudicare qui extremum culpent ; non enim eorum dissidium et inimicitiam, sed coitionem atque concordiam primum maximumque reipublicae damnum dedisse. Ceterum Caesar consul creatus, illico egenos ciuium adulans, legem de coloniis deducendis agrisque diuidendis tulit, imminuta magistratus maiestate, quum de consulatu tribunatum plebis quodammodo faceret. Repugnante Bibulo collega, eique summa ui opitulari Catone aggresso, palam ad rostra Pompeium produxit, nominatimque compellatum interrogauit, easne leges probaret ; annuentique : At si quis, inquit, uim legibus istis faciet, nonne plebi auxilium feres ? Utique, respondit Pompeius, adero et contra eos qui gladios minantur, cum gladio clypeum quoque afferam. Nihil ad eum usque diem insolentius Pompeius neque dixisse neque egisse uisus fuit, adeoque amici eius excusare aggressi, excidisse ei ex tempore id dictum asseruerunt. Sed quae postea fecit, satis ostenderunt eum Casari se totum utendum tradidisse. Iuliam enim Caesaris filiam, Caepioni iam desponsatam, paucis ante nuptiis destinatum tempus diebus praeter omnium exspectationem duxit, Caepionis indignationem coniugii filiae suae, quae ante Fausto Syllae filio pacta fuerat, promissione leniens. Ipse autem Caesar Calpurniam Pisonis filiam duxit.
48. Proinde Pompeius urbe militibus repleta, ui omnium rerum potestatem tenuit. Hi enim Bibulum consulem cum Lucullo et Catone in forum prodeuntem subito inuadentes, fasces eius perfregerunt, et quidam corbem stercore repletam in Bibuli caput effudit ; duo etiam tribuni plebis eum comitantes sauciati sunt. Ita aduersariis foro pulsis, legem agrariam pertulerunt ; qua inescatus populus ad omnia se iis promptum ac praecipitem praebuit, ut nihil inquireret, sed tacitus omnibus eorum decretis suo suffragio subscriberet. ...
 

     
Suetonius, Diu. Iul., 20 ( Ihm, Leipzig, 1908 ).
  

 
... lege autem agraria promulgata obnuntiantem collegam armis foro expulit ac postero die in senatu conquestum nec quoquam reperto, qui super tali consternatione referre aut censere aliquid auderet, qualia multa saepe in leuioribus turbis decreta erant, in eam coegit desperationem, ut, quoad potestate abiret, domo abditus nihil aliud quam per edicta obnuntiaret. ...
 

French translation