21. Ἐς
τοσοῦτον μὲν δὴ τὰ τῶν καταποντιστῶν ἤρθη, ὥστε καὶ μέγαν καὶ συνεχῆ
καὶ ἀπροφύλακτον καὶ ἄπιστον τὸν πόλεμον αὐτῶν γενέσθαι. Οἱ δὲ δὴ Ῥωμαῖοι
ἤκουον μέν που αὐτά, καί τινα καὶ ἑώρων· (οὔτε γὰρ ἄλλο τι τῶν ἐπακτῶν
ἐφοίτα σφίσι, καὶ ἡ σιτοπομπία παντελῶς ἀπεκέκλειτο)· οὐ μέντοι καὶ
μεγάλην, ὅτε γε ἐχρῆν, φροντίδα αὐτῶν ἐποιήσαντο· ἀλλ' ἐξέπεμπον μὲν
καὶ ναυτικὰ καὶ στρατηγούς, ὥς που καθ' ἕκαστον τῶν προσαγγελλομένων
ἐκινοῦντο· ἔπραττον δ' οὐδέν, ἀλλὰ καὶ πολὺ πλείω τοὺς συμμάχους δι'
αὐτῶν ἐκείνων ἐταλαιπώρουν· μέχρις οὗ ἐν παντὶ ἐγένοντο. Τότε δὲ συνελθόντες,
ἐβουλεύσαντο ἐπὶ πολλὰς ἡμέρας ὅ, τι καὶ χρὴ πρᾶξαι. Τῇ τε γὰρ συνεχείᾳ
τῶν κινδύνων τετρυχωμένοι, καὶ μέγαν καὶ πολὺν τὸν πρὸς αὐτοὺς πόλεμον
ὁρῶντες ὄντα, καὶ οὔθ' ἅμα πᾶσί σφισιν, οὔτ' αὖ καθ' ἑκάστους προσπολεμῆσαι
δυνατὸν εἶναι νομίζοντες· (ἀλλήλοις τε γὰρ συνεβοήθουν, καὶ πανταχοῦ
ἅμα ἀμήχανον ἦν αὐτοὺς ἀμύνασθαι) ἔν τε ἀπορίᾳ καὶ ἀνελπιστίᾳ τοῦ κατορθώσειν
τι πολλῇ ἐγένοντο· πρὶν δὴ Αὖλός τις Γαβίνιος δήμαρχος γνώμην ἔδωκεν,
(εἴτ' οὖν τοῦ Πομπηίου καθέντος αὐτόν, εἴτε καὶ ἄλλως χαρίσασθαί οἱ
ἐθελήσας· οὐ γάρ που καὶ ὑπ' εὐνοίας αὐτὸ τῆς τοῦ κοινοῦ ἐποίησε· κάκιστος
γὰρ ἀνὴρ ἦν·) στρατηγὸν ἕνα αὐτοκράτορα ἐφ' ἅπαντας αὐτοὺς ἐκ τῶν ὑπατευκότων
ἑλέσθαι, τρισί τε ἔτεσιν ἄρξοντα, καὶ δυνάμει παμπληθεῖ μεθ' ὑποστρατήγων
πολλῶν χρησόμενον. Ἄντικρυς μὲν γὰρ τὸ τοῦ Πομπηίου ὄνομα οὐκ εἶπεν·
εὔδηλον δὲ ἦν, ὅτι ἂν ἅπαξ τι τοιοῦτον ὁ ὅμιλος ἀκούσῃ, ἐκεῖνον αἱρήσεται.
22. Καὶ ἔσχεν οὕτω· τήν τε
γὰρ ἐσήγησιν αὐτοῦ ἀπεδέξαντο, καὶ πρὸς τὸν Πομπήιον παραχρῆμα πάντες,
πλὴν τῆς γερουσίας, ἀπέκλιναν. Αὕτη γὰρ πᾶν ὁτιοῦν ὑπὸ τῶν λῃστῶν παθεῖν
μᾶλλον ἢ ἐκείνῳ τοσαύτην ἡγεμονίαν ἐγχειρίσαι, ᾑρεῖτο· καὶ ὀλίγου καὶ
ἀπέκτειναν τὸν Γαβίνιον ἐν αὐτῷ τῷ συνεδρίῳ. Ὑπεκδράντος δ' οὖν πῃ αὐτοῦ,
μαθόντες οἱ πολλοὶ τὴν τῶν βουλευτῶν γνώμην, ἐθορύβησαν, ὥστε καὶ ἐπ'
αὐτοὺς συγκαθημένους ἐφορμῆσαι· καὶ, εἴ γε μὴ ἐξεκεχωρήκεσαν, πάντως
ἂν αὐτοὺς διεφθάρκεσαν. Οἱ μὲν δὴ οὖν ἄλλοι σκεδασθέντες διέλαθον· Πίσωνα
δὲ τὸν Γάιον τὸν ὕπατον (ἐπὶ γὰρ ἐκείνου, τοῦ τε Ἀκιλίου ταῦτ' ἐγίγνετο)
συλληφθέντα, καὶ μέλλοντα καὶ ἀντὶ τῶν ἄλλων ἀπόλλυσθαι, ὁ Γαβίνιος
ἐξῃτήσατο. Ἐκ δὲ τούτου οἱ δυνατοὶ αὐτοὶ μὲν τὴν ἡσυχίαν ἦγον, ἀσμενίζοντες
ἄν τίς σφας ζῆν ἐάσῃ· τοὺς δὲ δημάρχους τοὺς ἐννέα ἀνέπεισαν ἐναντιωθῆναι
τῷ Γαβινίῳ. Καὶ αὐτῶν οἱ μὲν ἄλλοι φοβηθέντες τὸ πλῆθος, οὐδὲν ἀντεῖπον·
Λούκιος δὲ δή τις Τρεβέλλιος, καὶ Λούκιος Ῥώσκιος, ἐτόλμησαν μέν, οὐκ
ἠδυνήθησαν δὲ οὔτ' εἰπεῖν τι ὧν ὑπέσχηντο, οὔτε πρᾶξαι. Ἐπειδὴ γὰρ ἡ
κυρία ἡμέρα, ἐν ᾗ τὴν γνώμην ἐπικυρωθῆναι ἔδει, ἐνέστη, τάδε ἐγένετο.
Ὁ Πομπήιος, ἐπιθυμῶν μὲν πάνυ ἄρξαι, καὶ ἤδη γε ὑπό τε τῆς ἑαυτοῦ φιλοτιμίας,
καὶ ὑπὸ τῆς τοῦ δήμου σπουδῆς, οὐδὲ τιμὴν ἔτι τοῦτο, ἀλλ' ἀτιμίαν, τὸ
μὴ τυχεῖν αὐτοῦ, νομίζων εἶναι, τὴν δὲ ἀντίταξιν τῶν δυνατῶν ὁρῶν, ἠβουλήθη
δοκεῖν ἀναγκάζεσθαι. Ἦν μὲν γὰρ καὶ ἄλλως ὡς ἥκιστα προσποιούμενος ἐπιθυμεῖν
ὧν ἤθελε· τότε δὲ καὶ μᾶλλον, διά τε τὸ ἐπίφθονον, ἄν γε ἑκὼν τῆς ἀρχῆς
ἀντιποιήσηται, καὶ διὰ τοῦτο τὸ εὐκλεὲς, ἄν γε καὶ ἄκων ὥς γε καὶ ἀξιοστρατηγητότατος
ὢν, ἀποδειχθῇ, ἐπλάττετο.
23. Καὶ παρελθὼν ἔφη· « Χαίρω
μὲν τιμώμενος ὑφ' ὑμῶν, ὦ Κυιρῖται. Φύσει τε γὰρ πάντες ἄνθρωποι καὶ
ἐγκαλλωπίζονται ταῖς παρὰ τῶν πολιτῶν εὐεργεσίαις, καὶ ἐγώ, ἅτε δὴ πολλάκις
τῆς παρ' ὑμῶν τιμῆς ἀπολελαυκώς, οὐκ ἔχω πῶς κατ' ἀξίαν ἡσθῶ τοῖς παροῦσιν.
Οὐ μέν τοι οὔθ' ὑμῖν νομίζω προσήκειν ἀπλήστως οὕτω πρός με διακεῖσθαι,
οὔτε ἐμοὶ διὰ παντὸς ἔν τινι ἡγεμονίᾳ εἶναι. Αὐτός τε γὰρ ἐκ παίδων
κέκμηκα, καὶ ὑμᾶς δεῖ καὶ περὶ τοὺς ἄλλους σπου δάζειν. Ἢ οὐ μέμνησθε
ὅσα μὲν ἐν τῷ πρὸς τὸν Κίνναν πολέμῳ ἐταλαιπώρησα, καί τοι κομιδῇ νέος
ὤν; ὅσα δὲ ἔν τε τῇ Σικελίᾳ, καὶ ἐν τῇ Ἀφρικῇ ἔκαμον, μηδέπω καθαρῶς
ἐς ἐφήβους τελῶν; ὅσα δὲ ἐν τῇ Ἰβηρίᾳ ἐκινδύνευσα, μηδὲ βουλεύων πω;
Ἐφ' οἷς ἅπασιν οὐχ ὅτι ἀχάριστοι πρός με ἐγένεσθε, ἐρῶ. Πόθεν; Πολλοῦ
γε καὶ δεῖ. Πρὸς γὰρ τοῖς ἄλλοις, ὧν πολλῶν καὶ μεγάλων παρ' ὑμῶν ἠξιώθην,
καὶ αὐτὸ τὸ πιστευθῆναί με τὴν ἐπὶ τὸν Σερτώριον στρατηγίαν, μηδενὸς
ἄλλου μήτ' ἐθελήσαντος μήτε δυνηθέντος αὐτὴν ὑποστῆναιΠ τό τε ἐπινίκια
καὶ ἐπ' ἐκείνῃ παρὰ τὸ νενομισμένον πέμψαι, μεγίστην μοι τιμὴν ἤνεγκεν.
Ἀλλ' ὅτι πολλὰς μὲν φροντίδας, πολλοὺς δὲ κινδύνους ὑπέμεινα, κατατέτριμμαι
μὲν τὸ σῶμα, πεπόνημαι δὲ τὴν γνώμην. Μὴ γὰρ ὅτι νέος ἔτ' εἰμὶ, λογίζεσθε·
μηδ' ὅτι ἔτη τόσα καὶ τόσα γέγονα, ἀριθμεῖσθε. Ἂν γάρ τοι καὶ τὰς στρατείας,
ἃς ἐστράτευμαι, καὶ τοὺς κινδύνους, οὓς κεκινδύνευκα, ἀναριθμήσητε,
πολύ γε πλείους αὐτοὺς τῶν ἐτῶν εὑρήσετε· καὶ μᾶλλον οὕτω πιστεύσετε,
ὅτι οὔτε πρὸς τοὺς πόνους, οὔτε πρὸς τὰς φροντίδας καρτερεῖν ἔτι δύναμαι.
µ
24. Εἰ δ' οὖν τις καὶ πρὸς
ταῦτα ἀντέχοι, ἀλλ' ὁρᾶτε ὅτι καὶ ἐπίφθονα καὶ μισητὰ πάντα τὰ τοιαῦτά
ἐστιν· ἅπερ ὑμεῖς μὲν ἐν οὐδενὶ λόγῳ τίθεσθε, (οὐδὲ γὰρ καλῶς ἔχει προσποιεῖσθαί
τι ὑμᾶς αὐτῶν) ἐμοὶ μέντοι βαρύτατα ἂν γένοιτο. Καὶ ὁμολογῶ γε μηδ'
ὑφ' ἑνὸς οὕτω τῶν ἐν τοῖς πολέμοις δεινῶν μήτε ἐκταράττεσθαι, μήτε λυπεῖσθαι,
ὡς ὑπὸ τῶν τοιούτων. Τίς μὲν γὰρ ἂν εὖ φρονῶν ἡδέως παρ' ἀνθρώποις φθονοῦσιν
αὐτῷ ζῴη; Τίς δ' ἂν δημόσιόν τι διοικῆσαι προθυμηθείη, μέλλων, ἂν μὲν
ἀποτύχῃ, δίκην ὑφέξειν· ἂν δὲ κατορθώσῃ, ζηλοτυπηθήσεσθαι; Ἀλλ' ἐμοὶ
μὲν καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα συγχωρήσατε, τήν τε ἡσυχίαν ἄγειν, καὶ
τὰ ἐμαυτοῦ πράττειν· ἵν' ἤδη ποτὲ καὶ τῶν οἰκείων ἐπιμεληθῶ, καὶ μὴ
κατατριφθεὶς ἀπόλωμαι. Ἐπὶ δὲ δὴ τοὺς καταποντιστὰς ἄλλον χειροτονήσατε.
Συχνοὶ δέ εἰσι καὶ βουλόμενοι ναυαρχῆσαι καὶ δυνάμενοι, καὶ νεώτεροι
καὶ πρεσβύτεροι· ὥστε τὴν αἵρεσιν ὑμῖν ῥᾳδίαν ἐκ πολλῶν γενέσθαι. Οὐ
γάρ που ἐγὼ μόνος ὑμᾶς φιλῶ, ἢ καὶ μόνος ἐμπείρως τῶν πολεμικῶν ἔχω·
ἀλλὰ καὶ ὁ δεῖνα, καὶ ὁ δεῖνα· ἵνα μὴ καὶ χαρίζεσθαί τισι δόξω ὀνομαστὶ
καταλέξας.
25. Ταῦτα αὐτοῦ δημηγορήσαντος,
ὁ Γαβίνιος ὑπολαβὼν εἶπεν. « Πομπήιος μέν, ὦ Κυιρῖται, καὶ αὐτὸ τοῦτο
ἄξιον τῶν ἑαυτοῦ ἠθῶν ποιεῖ, μήτε ἐφιέμενος τῆς ἀρχῆς, μήτε διδομένην
οἱ αὐτὴν ἐξ ἐπιδρομῆς δεχόμενος. Οὔτε γὰρ ἄλλως ἀγαθοῦ ἀνδρός ἐστιν,
ἄρχειν ἐπιθυμεῖν, καὶ τὰ πράγματ' ἔχειν ἐθέλειν· κἀν τούτῳ προσήκει
πάντα τὰ προσταττόμενα μετ' ἐπισκέψεως ὑφίστασθαι, ἵν' αὐτὰ καὶ ἀσφαλῶς
[καὶ] ὁμοίως πράξῃ. Τὸ μὲν γὰρ προπετὲς ἐν ταῖς ὑποσχέσεσιν, ὀξύτερον
καὶ ἐν ταῖς πράξεσι τοῦ καιροῦ γιγνόμενον, πολλοὺς σφάλλει· τὸ δ' ἀκριβὲς
ἀπ' ἀρχῆς, καὶ ἐν τοῖς ἔργοις ὅμοιον διατελεῖ ὂν, καὶ πάντας ὀνίνησιν.
Ὑμᾶς δὲ δὴ χρὴ μὴ τὸ τούτῳ κεχαρισμένον, ἀλλὰ τὸ τῇ πόλει συμφέρον ἑλέσθαι.
Οὐ γάρ που τοὺς σπουδαρχοῦντας, ἀλλὰ τοὺς ἐπιτηδείους προστάττειν τοῖς
πράγμασι προσήκει. Ἐκείνους μὲν γὰρ πάνυ πολλούς, τοιοῦτον δὲ δή τινα
ἄλλον οὐδένα εὑρήσετε. Μέμνησθε δὲ, ὅσα καὶ οἷα ἐπάθομεν ἐν τῷ πρὸς
τὸν Σερτώριον πολέμῳ, στρατηγοῦ δεόμενοι· καὶ ὅτι οὐδένα ἕτερον οὔτε
τῶν νεωτέρων, οὔτε τῶν πρεσβυτέρων ἁρμόζοντα αὐτῷ εὕρομεν. Ἀλλὰ καὶ
τοῦτον καὶ τότε μηδέπω μήθ' ἡλικίαν ἔχοντα, μήτε βουλεύοντα, καὶ ἀντὶ
ἀμφοτέρων τῶν ὑπάτων ἐξεπέμψαμεν. Βουλοίμην μὲν γὰρ ἂν πολλοὺς ὑμῖν
ἀγαθοὺς ἄνδρας εἶναι, καὶ εἴγε καὶ εὔξασθαι δεῖ, εὐξαίμην ἄν. Ἐπεὶ δ'
οὔτ' εὐχῆς τὸ πρᾶγμα τοῦτό ἐστιν, οὔτ' αὐτόματόν τῳ παραγίγνεται, ἀλλὰ
δεῖ καὶ φῦναί τινα πρὸς αὐτὸ ἐπιτηδείως, καὶ μαθεῖν τὰ πρόσφορα, καὶ
ἀσκῆσαι τὰ προσήκοντα, καὶ παρὰ πάντα ἀγαθῇ τύχῃ χρῆσθαι, (ἅπερ που
σπανιώτατα ἂν τῷ αὐτῷ ἀνδρὶ συμβαίη,) χρὴ πάντας ὑμᾶς ὁμοθυμαδόν, ὅταν
τις τοιοῦτος εὑρεθῇ, καὶ σπουδάζειν αὐτὸν, καὶ καταχρῆσθαι αὐτῷ, κἂν
μὴ βούληται. Καλλίστη γὰρ ἡ τοιαύτη βία καὶ τῷ ποιήσαντι καὶ τῷ παθόντι
γίγνεται· τῷ μὲν, ὅτι σωθείη ἂν ὑπ' αὐτῆς· τῷ δὲ ὅτι σώσειεν ἂν τοὺς
πολίτας, ὑπὲρ ὧν καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ὅ γε χρηστὸς καὶ φιλόπολις
ἑτοιμότατα ἂν ἐπιδοίη.
26. Ἢ οἴεσθε ὅτι Πομπήιος
οὗτος ἐν μὲν μειρακίῳ καὶ στρατεύεσθαι, καὶ στρατηγεῖν, καὶ τὰ ὑμέτερα
αὔξειν, καὶ τὰ τῶν συμμάχων σώζειν, τά τε τῶν ἀνθισταμένων προσκτᾶσθαι
ἐδύνατο· νῦν δὲ ἀκμάζων, καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ ὢν, ἐν ᾗ πᾶς τις ἄριστος
αὐτὸς αὑτοῦ γίγνεται, καὶ ἐμπειρίαν ἐκ τῶν πολέμων πλείστην ὅσην προσειληφώς,
οὐκ ἂν ὑμῖν χρησιμώτατος γένοιτο; Ἀλλ' ὃν ἔφηβον ὄντα ἄρχειν εἵλεσθε,
τοῦτον ἄνδρα γεγονότα ἀποδοκιμάσετε; Καὶ ᾧ ἱππεῖ ἔτ' ὄντι τοὺς πολέμους
ἐκείνους ἐνεχειρίσατε, τούτῳ βουλῆς γεγονότι τὴν στρατείαν ταύτην οὐ
πιστεύσετε; Καὶ οὗ καὶ πρὶν ἀκριβῶς πειραθῆναι, μόνου πρὸς τὰ τότε κατεπείξαντα
ὑμᾶς ἐδεήθητε, τούτῳ νῦν, ἱκανώτατα αὐτοῦ πεπειραμένοι, τὰ παρόντα οὐδὲν
ἧττον ἐκείνων ἀναγκαῖα ὄντα οὐκ ἐπιτρέψετε; Καὶ ὃν οὐδὲ ἄρχειν ἔτι πω
καὶ τότε δυνάμενον ἐπὶ τὸν Σερτώριον ἐχειροτονήσατε, τοῦτον ὑπατευκότα
ἤδη, ἐπὶ τοὺς καταποντιστὰς οὐκ ἐκπέμψετε; Ἀλλὰ μήθ' ὑμεῖς ἄλλως πως
ποιήσητε· καὶ σύ, ὦ Πομπήιε, πείσθητι καὶ ἐμοὶ καὶ τῇ πατρίδι. Ταύτῃ
γὰρ γεγέννησαι, καὶ ταύτῃ τέθραψαι· καὶ δεῖ σε τοῖς τε συμφέρουσιν αὐτῇ
δουλεύειν, καὶ ὑπὲρ αὐτῶν μήτε πόνον τινὰ μήτε κίνδυνον ἐξίστασθαι·
ἀλλὰ κἂν ἀποθανεῖν ἀνάγκη σοι γένηται, μὴ τὴν εἱμαρμένην ἀναμεῖναι,
ἀλλὰ τῷ προστυχόντι θανάτῳ χρῆσθαι.
27. Γελοῖος δὲ δήπουθέν εἰμι
ταῦτα ἐγὼ σοὶ παραινῶν, ὅστις ἐν τοσούτοις καὶ τηλικούτοις πολέμοις
καὶ τὴν ἀνδρείαν καὶ τὴν πρὸς τὴν πατρίδα εὔνοιαν ἐπιδέδειξαι. Πείσθητι
οὖν καὶ ἐμοὶ καὶ τούτοις· μηδὲ ὅτι τινὲς φθονοῦσι, φοβηθῇς, ἀλλὰ καὶ
δι' αὐτὸ τοῦτο μᾶλλον σπούδασον· ὥστε, πρός τε τὴν παρὰ τῶν πλειόνων
φιλίαν καὶ πρὸς τὰ κοινῇ πᾶσιν ἡμῖν συμφέροντα, καὶ τῶν βασκαινόντων
σε καταφρόνει. Καὶ εἴγε καὶ λυπῆσαί τι αὐτοὺς ἐθέλεις, καὶ διὰ τοῦτο
ἄρξον, ἵνα καὶ ἐκείνους ἀνιάσῃς, παρὰ γνώμην αὐτῶν καὶ ἡγεμονεύσας καὶ
εὐδοκιμήσας· καὶ αὐτὸς ἄξιον σεαυτοῦ τέλος τοῖς προκατειργασμένοις ἐπαγάγῃς,
πολλῶν καὶ μεγάλων κακῶν ἡμᾶς ἀπαλλάξας. »
28. Τοιαῦτα δὴ τοῦ Γαβινίου
εἰπόντος ὁ Τρεβέλλιος ἐπειράθη μὲν ἀντειπεῖν· ὡς δ' οὐδενὸς λόγου ἔτυχεν,
ἠναντιοῦτο τὸ μὴ τὴν ψῆφον δοθῆναι. Ὁ οὖν Γαβίνιος ἀγανακτήσας, τὴν
μὲν περὶ τοῦ Πομπηίου διαψήφισιν ἐπέσχεν, ἑτέραν δὲ περὶ αὐτοῦ ἐκείνου
ἀντεσῆγε· καὶ ἔδοξεν ἑπτακαίδεκα φυλαῖς ταῖς πρώταις χρηματισάσαις ἀδι
κεῖν τε αὐτὸν, καὶ μηκέτι χρῆναι δημαρχεῖν. Μελλούσης οὖν καὶ τῆς ὀκτωκαιδεκάτης
τὰ αὐτὰ ψηφιεῖσθαι, μόλις ποτὲ ὁ Τρεβέλλιος ἐσιώπησεν. Ἰδὼν δὲ τοῦτο
ὁ Ῥώσκιος, φθέγξασθαι μὲν οὐδὲν ἐτόλμησε, τὴν δὲ δὴ χεῖρα ἀνατείνων,
δύο ἄνδρας ἐκέλευέ σφας ἑλέσθαι, ὅπως ἔν γε τούτῳ τῆς δυναστείας τι
τῆς τοῦ Πομπηίου παρατέμοιτο. Ταῦτ' οὖν αὐτοῦ χειρονομοῦντος, ὁ ὅμιλος
μέγα καὶ ἀπειλη τικὸν ἀνέκραγεν· ὥστε κόρακά τινα ὑπερπετόμενόν σφων
ἐκπλαγῆναι, καὶ πεσεῖν ὥσπερ ἐμβρόντητον. Γενομένου δὲ τούτου, ἐκεῖνος
μὲν τὴν ἡσυχίαν οὐ τῇ γλώττῃ ἔτι μόνον, ἀλλὰ καὶ τῇ χειρὶ ἤγαγεν. Ὁ
δὲ δὴ Κάτουλος ἄλλως μὲν ἐσιώπα· τοῦ δὲ δὴ Γαβινίου προτρεψαμένου τι
αὐτὸν εἰπεῖν, ὅτι τά τε πρῶτα τῆς βουλῆς ἦν, καὶ ἐδόκει δι' ἐκείνου
καὶ τοὺς ἄλλους ὁμογνωμονήσειν σφίσι· (καὶ γὰρ ἤλπιζεν αὐτόν, ἐξ ὧν
τοὺς δημάρχους πάσχοντας εἶδε, συνεπαινέσειν) λόγου τε ἔτυχεν, ἐπειδὴ
καὶ ᾐδοῦντο πάντες αὐτὸν καὶ ἐτίμων ὡς τὰ συμφέροντά σφισι καὶ λέγοντα
ἀεὶ καὶ πράττοντα· καὶ ἐδημηγόρησε τοιάδε.
29. « Ὅτι μὲν ἐς ὑπερβολήν,
ὦ Κυιρῖται, πρὸς τὸ πλῆθος ὑμῶν ἐσπούδακα, πάντες που σαφῶς ἐπίστασθε.
Τούτου δὲ δὴ οὕτως ἔχοντος, ἐμοὶ μὲν ἀναγκαῖόν ἐστι πάντα ἁπλῶς, ἃ γιγνώσκω
συμφέρειν τῇ πόλει, μετὰ παρρησίας εἰπεῖν, καὶ ὑμῖν προσῆκον ἀκοῦσαί
τε μεθ' ἡσυχίας αὐτῶν, καὶ μετὰ τοῦτο βουλεύσασθαι. Θορυβήσαντες μὲν
γὰρ, ἴσως τι καὶ χρήσιμον δυνηθέντες ἂν μαθεῖν οὐχὶ λήψεσθε· προσέχοντες
δὲ τοῖς λεγομένοις, πάντως τι τῶν συμφερόντων ὑμῖν ἀκριβῶς εὑρήσετε.
Ἐγὼ τοίνυν πρῶτον μὲν καὶ μάλιστά φημι δεῖν μηδενὶ ἀνδρὶ τοσαύτας κατὰ
τὸ ἑξῆς ἀρχὰς ἐπιτρέπειν. Τοῦτο γὰρ καὶ ἐν τοῖς νόμοις ἀπηγόρευται,
καὶ πείρᾳ σφαλερώτατον ὂν πεφώραται. Οὔτε γὰρ τὸν Μάριον ἄλλο τι, ὡς
εἰπεῖν, τοιοῦτον ἐποίησεν, ἢ ὅτι τοσούτους τε ἐν ὀλιγίστῳ χρόνῳ πολέμους
ἐνεχειρίσθη, καὶ ὕπατος ἑξάκις ἐν βραχυτάτῳ ἐγένετο· οὔτε τὸν Σύλλαν,
ἢ ὅτι τοσούτοις ἐφεξῆς ἔτεσι τὴν ἀρχὴν τῶν στρατοπέδων ἔσχε, καὶ μετὰ
τοῦτο δικτάτωρ, εἶθ' ὕπατος ἀπεδείχθη. Οὐ γάρ ἐστιν ἐν τῇ τῶν ἀνθρώπων
φύσει ψυχήν, μὴ ὅτι νέαν, ἀλλὰ καὶ πρεσβυτέραν, ἐν ἐξουσίαις ἐπὶ πολὺν
χρόνον ἐνδιατρίψασαν, τοῖς πατρίοις ἔθεσιν ἐθέλειν ἐμμένειν.
30. Καὶ τοῦτο μὲν οὐχ ὡς
καὶ κατεγνωκώς τι τοῦ Πομπηίου λέγω, ἀλλ' ὅτι μητ' ἄλλως συνενεγκόν
ποτε ὑμῖν φαίνεται, μήτε ἐκ τῶν νόμων ἐπιτέτραπται. Καὶ γὰρ εἴτε τιμὴν
τοῖς ἀξιουμένοις αὐτοῦ φέρει, πᾶσιν αὐτῆς, οἷς γε ἐπιβάλλει, προσήκει
τυγχάνειν· (τοῦτο γάρ ἐστιν ἡ δημοκρατία) εἴτε κάματον, καὶ τούτου πρὸς
τὸ μέρος πάντας μεταλαμβάνειν δεῖ· (τοῦτο γάρ ἐστιν ἡ ἰσομοιρία.) Ἔτι
τοίνυν ἐν μὲν τῷ τοιούτῳ, πολλούς τε ἐν ταῖς πράξεσιν ἐγγυμνάζεσθαι,
καὶ ῥᾳδίαν ὑμῖν τὴν αἵρεσιν τῶν πιστευθῆναι δυναμένων πρὸς πάντα τὰ
πρακτέα ἀπὸ τῆς πείρας ὑπάρχειν συμβαίνει· ἐκείνως δὲ δὴ, πολλὴν τὴν
σπάνιν καὶ τῶν ἀσκησόντων τὰ προσήκοντα καὶ τῶν ἐπιτραπησομένων ἀνάγκη
πᾶσα γίγνεσθαι. Καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ἐν τῷ πρὸς τὸν Σερτώριον
πολέμῳ στρατηγοῦ ἠπορήσατε, ὅτι τὸν πρὸ τούτου χρόνον ἐν τοῖς αὐτοῖς
ἐπὶ πολὺ ἐχρῆσθε. Ὥστ' εἰ καὶ κατὰ τὰ ἄλλα πάντα ἄξιός ἐστι Πομπήιος
ἐπὶ τοὺς καταποντιστὰς χειροτονηθῆναι· ἀλλ' ὅτι γε παρά τε τὰ διατεταγμένα
ἐν τοῖς νόμοις, καὶ παρὰ τὰ διεληλεγμένα ἐν τοῖς ἔργοις, αἱρεθείη ἄν,
ἥκιστα καὶ ὑμῖν καὶ τούτῳ προσήκει αὐτὸ πραχθῆναι.
31. Πρῶτον μὲν οὖν τοῦτο
καὶ μάλιστα λέγω. Δεύτερον δὲ ἐκεῖνο, ὅτι τεταγμένως ἐκ τῶν νόμων τάς
τε ἀρχὰς καὶ τὰς ἡγεμονίας λαμβανόντων καὶ ὑπάτων καὶ στρατηγῶν, καὶ
τῶν ἀντὶ τούτων ἀρχόντων, οὔτ' ἄλλως καλῶς ὑμῖν ἔχει παριδόντας αὐτοὺς
καινήν τινα ἀρχὴν ἐπεσαγαγέσθαι οὔτε συμφέρει. Τίνος μὲν γὰρ ἕνεκα καὶ
τοὺς ἐνιαυσίους ἄρχοντας χειροτονεῖτε, εἴγε μηδὲν αὐτοῖς πρὸς τὰ τοιαῦτα
χρήσεσθε; Οὐ γάρ που ἵν' ἐν τοῖς περιπορφύροις ἱματίοις περινοστῶσιν·
οὐδ' ἵνα τὸ ὄνομα μόνον τῆς ἀρχῆς περιβεβλημένοι, τοῦ ἔργου αὐτῆς στέρωνται.
Πῶς δ' οὐχὶ καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι, τοῖς τι πράττειν τῶν
πολιτικῶν προαιρουμένοις ἀπεχθήσεσθε, ἂν τὰς μὲν πατρίους ἀρχὰς καταλύητε,
καὶ τοῖς ἐκ τῶν νόμων χειροτονουμένοις μηδὲν ἐπιτρέπητε, ξένην δέ τινα
καὶ μηπώποτε γεγενημένην ἡγεμονίαν ἰδιώτῃ προστάξητε;
32. Εἰ γάρ τοι καὶ παρὰ τὰς
ἐπετησίους ἀρχὰς ἀνάγκη τις εἴη ἑτέραν ἑλέσθαι, ἔστι καὶ τούτου παράδειγμα
ἀρχαῖον. Λέγω δὲ τὸν δικτάτορα. Καὶ τοῦτον μέντοι τοιοῦτον ὄντα, οὔτε
ἐπὶ πᾶσί ποτε τοῖς πράγμασιν οἱ πατέρες ἡμῶν, οὔτε ἐπὶ πλείω χρόνον
ἑξαμήνου κατεστήσαντο. Ὥστ' εἰ μὲν τοιούτου τινὸς δεῖσθε, ἔξεστιν ὑμῖν,
μήτε παρανομήσασι, μήτ' ὀλιγώρως ὑπὲρ τῶν κοινῶν βουλευσαμένοις, δικτάτορα,
εἴτε Πομπήιον, εἴτε καὶ ἄλλον τινὰ προχειρίσασθαι, ἐφ' ᾧ μήτε πλείω
τοῦ τεταγμένου χρόνου, μήτε ἔξω τῆς Ἰταλίας ἄρξῃ. Οὐ γάρ που ἀγνοεῖτε,
ὅτι καὶ τοῦτο δεινῶς οἱ πατέρες ἡμῶν ἐφυλάξαντο. Καὶ οὐκ ἂν εὑρεθείη
δικτάτωρ οὐδεὶς ἄλλοσε, πλὴν ἑνὸς ἐς Σικελίαν, καὶ ταῦτα μηδὲν πράξαντος,
αἱρεθείς. [Εἰ δ'] οὔτε δεῖται ἡ Ἰταλία τοιούτου τινός, οὔτ' ἂν ὑμεῖς
ὑπομείναιτε ἔτι οὐχ ὅτι τὸ ἔργον τοῦ δικτάτορος, ἀλλ' οὐδὲ τὸ ὄνομα·
(δῆλον δὲ ἐξ ὧν πρὸς τὸν Σύλλαν ἠγανακτήσατε)· πῶς δ' ἂν ὀρθῶς ἔχοι
καινὴν ἡγεμονίαν, καὶ ταύτην ἐς ἔτη τρία, καὶ ἐπὶ πᾶσιν, ὡς εἰπεῖν,
καὶ τοῖς ἐν τῇ Ἰταλίᾳ καὶ τοῖς ἔξω πράγμασιν, ἀποδειχθῆναι; Ὅσα γὰρ
ἐκ τοῦ τοιούτου δεινὰ ταῖς πόλεσι συμβαίνει, καὶ ὅσοι διὰ τὰς παρανόμους
φιλαρχίας τόν τε δῆμον ἡμῶν πολλάκις ἐτάραξαν, καὶ αὐτοὶ [αὑτοὺς] μυρία
κακὰ εἰργάσαντο, πάντες ὁμοίως ἐπίστασθε.
33. Ὥστε περὶ μὲν τούτων
παύομαι λέγων. Τίς γὰρ οὐκ οἶδεν, ὅτι οὔτ' ἄλλως καλῶς ἔχει οὔτε συμφέρει,
ἑνί τινι τὰ πράγματα προστάσσεσθαι, καὶ ἕνα τινὰ πάντων τῶν ὑπαρχόντων
ἡμῖν ἀγαθῶν κύριον γίγνεσθαι, κἂν τὰ μάλιστα ἄριστός τις ᾖ; Αἵτε γὰρ
μεγάλαι τιμαὶ, καὶ αἱ ὑπέρογκοι ἐξουσίαι, καὶ τοὺς τοιούτους ἐπαίρουσι
καὶ διαφθείρουσιν. Ἐκεῖνο δὲ δὴ σκοπεῖν ὑμᾶς ἀξιῶ, ὅτι οὐδὲ οἷόν τέ
ἐστιν ἕνα ἄνδρα πάσης τῆς θαλάσσης ἐπάρξαι, καὶ πάντα τὸν πόλεμον τοῦτον
ὀρθῶς διοικῆσαι. Δεῖ μὲν γὰρ ὑμᾶς, εἴπερ τι τῶν δεόντων ποιήσετε, πανταχῇ
ἅμα αὐτοῖς πολεμῆσαι, ἵνα μὴ συνιστάμενοι πρὸς ἀλλήλους, μηδ' αὖ τὰς
ἀναφυγὰς πρὸς τοὺς οὐ πολεμουμένους ἔχοντες, δύσληπτοι γένωνται. Τοῦτο
δὲ οὐδένα ἂν τρόπον εἷς τις ἄρξας πρᾶξαι δυνηθείη. Πῶς γὰρ ἂν ὑπὸ τὰς
αὐτὰς ἡμέρας ἔν τε τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Κιλικίᾳ, τῇ τε Αἰγύπτῳ καὶ τῇ
Συρίᾳ, τῇ τε Ἑλλάδι καὶ τῇ Ἰβηρίᾳ, τῷ τε Ἰονίῳ καὶ ταῖς νήσοις, πολεμήσειε;
Πολλοὺς μὲν δὴ διὰ τοῦτο καὶ στρατιώτας καὶ στρατηγοὺς ἐπιστῆναι δεῖ
τοῖς πράγμασιν, εἴπερ τι ὄφελος αὐτῶν ἔσται.
34. Εἰ
δὲ δή τις ἐκεῖνό φησιν, ὅτι κἂν ἑνί τῳ πάντα τὸν πόλεμον ἐπιτρέψητε,
πάντως που καὶ ναυάρχους καὶ ὑπάρχους πολλοὺς ἕξει· πῶς οὐ πολὺ δικαιότερον
καὶ συμφορώτερον; ἐγὼ γὰρ ἂν εἴποιμι·καὶ τί κωλύει τούτους αὖ τοὺς ὑπάρξειν
ἐκείνῳ μέλλοντας, καὶ προχειρισθῆναι ὑφ' ὑμῶν ἐπ' αὐτὸ τοῦτο, καὶ τὴν
ἡγεμονίαν παρ' ὑμῶν αὐτοτελῆ λαβεῖν; Οὕτω μὲν γὰρ καὶ φροντιοῦσι τοῦ
πολέμου μᾶλλον, ἅτε καὶ ἰδίαν ἕκαστος αὐτῶν μερίδα πεπιστευμένος, καὶ
ἐς μη δένα ἕτερον τὴν ὑπὲρ αὐτῆς ἀμέλειαν ἀνενεγκεῖν δυνάμενος· καὶ
φιλοτιμήσονται πρὸς ἀλλήλους ἀκριβέστερον, ἅτε καὶ αὐτοκρατεῖς ὄντες,
καὶ τὴν δόξαν ὧν ἂν ἐργάσωνται, αὐτοὶ κτησόμενοι. Ἐκείνως δὲ, τίνα μὲν
ὁμοίως οἴεσθε ἄλλῳ τῳ ὑποκείμενον, τίνα δ' ἀπροφασίστως ὁτιοῦν ποιήσειν,
μέλλοντα μὴ ἑαυτῷ, ἀλλ' ἑτέρῳ κρατήσειν; Ὥσθ' ὅτι μὲν εἷς οὐδ' ἂν δύναιτο
τοσοῦτον ἅμα πόλεμον πολεμῆσαι, καὶ παρ' αὐτοῦ Γαβινίου ὡμολόγηται.
Πολλοὺς γοῦν τῷ χειροτονηθησομένῳ συνεργοὺς ἀξιοῖ δοθῆναι. Λοιπὴ δὲ
δὴ σκέψις ἐστὶ, πότερόν ποτε ἄρχοντας αὐτοὺς, ἢ ὑπάρχοντας καὶ στρατηγοὺς,
ἢ ὑποστρατήγους καὶ πρὸς τοῦ δήμου παντὸς ἐπ' αὐτοκράτορός τινος ἡγεμονίας,
ἢ πρὸς ἐκείνου μόνου ἐφ' ὑπηρεσίᾳ αὐτοῦ πεμφθῆναι δεῖ. Οὐκοῦν ὅτι μὲν
καὶ νομιμώτερον ..... Καὶ πρὸς τἆλλα πάντα καὶ πρὸς αὐτοὺς τοὺς λῃστὰς
τοῦθ' ὅπερ ἐγὼ λέγω ἐστί, πᾶς ἄν τις ὑμῶν ὁμολογήσειε. Χωρὶς δὲ τούτου
καὶ ἐκεῖνο ὁρᾶτε οἷόν ἐστι, τὸ πάσας ὑμῶν τὰς ἄλλας ἀρχὰς ἐπὶ τῇ τῶν
καταποντιστῶν προφάσει καταλυθῆναι, καὶ μηδεμίαν αὐτῶν μήτε ἐν τῇ Ἰταλίᾳ
μήτε ἐν τῇ ὑπηκόῳ τὸν χρόνον τοῦτον ***. »
35. *** Τῆς δὲ Ἰταλίας
ἀντὶ ὑπάτου ἐπὶ τρία ἔτη, προσέταξαν αὐτῷ ὑποστρατήγους τε πεντεκαίδεκα,
καὶ τὰς ναῦς ἁπάσας, τά τε χρήματα καὶ τὰ στρατεύματα ὅσα ἂν ἐθελήσῃ,
λαβεῖν ἐψηφίσαντο. Καὶ ἐκεῖνά τε καὶ ἡ γερουσία καὶ ἄκουσα ἐπεκύρωσε,
καὶ τἆλλα ὅσα πρόσφορα ἐς αὐτὰ εἶναι ἦν ἑκάστοτε ἐγίγνωσκεν· ἄλλως τε
καὶ ἐπειδὴ τοῦ Πίσωνος μὴ ἐπιτρέψαντος τοῖς ὑπάρχοις καταλόγους ἐν τῇ
Γαλατίᾳ τῇ Ναρβωνησίᾳ, ἧς ἦρχε, ποιήσασθαι, δεινῶς ὁ ὅμιλος ἠγανάκτησε.
Καὶ εὐθύς γ' ἂν αὐτὸν ἐκ τῆς ἀρχῆς ἐξήλασαν, εἰ μὴ ὁ Πομπήιος παρῃτήσατο.
Παρασκευασάμενος οὖν ὡς τό τε πρᾶγμα καὶ τὸ φρόνημα αὐτοῦ ἀπῄτει, πᾶσαν
ἅμα τὴν θάλασσαν, ὅσην οἱ καταποντισταὶ ἐλύπουν, τὰ μὲν αὐτὸς, τὰ δὲ
καὶ διὰ τῶν ὑποστρατήγων περιέπλευσε, καὶ τὰ πλείω αὐτῆς αὐτοετὲς ἡμέρωσε.
Πολλῇ μὲν γὰρ καὶ τῇ παρασκευῇ τῇ τε τοῦ ναυτικοῦ καὶ τῇ τῶν ὁπλιτῶν
ἐχρῆτο, ὥστε καὶ ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ γῇ ἀνυπόστατος εἶναι· πολλῇ
δὲ καὶ τῇ φιλανθρωπίᾳ τῇ πρὸς τοὺς ὁμολογοῦντάς οἱ, ὥστε καὶ ὑπὸ τοῦ
τοιούτου παμπόλλους προσποιήσασθαι. Οἱ γὰρ ἄνθρωποι, ταῖς τε δυνάμεσιν
ἡττώμενοι, καὶ τῆς χρηστότητος αὐτοῦ πειρώμενοι, προθυμότατα αὐτῷ προσεχώρουν.
Τά τε γὰρ ἄλλα αὐτῶν ἐπεμελεῖτο, καὶ ὅπως μηδ' αὖθίς ποτε ἐς ἀνάγκην
πονηρῶν ἔργων ὑπὸ πενίας ἀφίκωνται, καὶ χώρας σφίσιν ὅσας ἐρήμους ἑώρα,
καὶ πόλεις ὅσαι ἐποίκων ἐδέοντο, ἐδίδου. Καὶ ἄλλαι τε ἐκ τούτου συνῳκίσθησαν,
καὶ ἡ Πομπηιόπολις ἐπικληθεῖσα· ἔστι δὲ ἐν τῇ Κιλικίᾳ τῇ παραθαλασσίᾳ·καὶ
ἐπεπόρθητο ὑπὸ τοῦ Τιγράνου, Σόλοι πρότερον ὠνομασμένη. |