|
DECRETUM
CONCILI ASIAE DE FASTIS PROVINCIALIBUS |
( R. K. Sherk, Roman Documents from the Greek East, Baltimore, 1969, n. 65 D, ll. 78-84 ). |
ἔδοξεν τοῖς ἐπὶ
τῆς Ἀσίας Ἕλλησιν, γνώμῃ τοῦ ἀρχιερέως Ἀπολλωνίου τοῦ | Μηνοφίλου Ἀζεανείτου·
ἐπεὶ τὴν νέαν νουμηνίαν ἀεὶ δεῖ ἑστᾶναι τὴν αὐτὴ[ν] | ἅπασιν τῆς εἰς
τὰς ἀρχὰς εἰσόδου κατά τε τὸ Παύλου Φαβίου Μαξίμου τοῦ ἀν-|θυπάτου διάταγμα
καὶ τὸ τῆς Ἀσία<ς> ψήφισμα, ἐνποδίζεται δὲ ἡ τοῦ χρόνου | τάξις
παρὰ τὰς ἐν τοῖς ἀρχαιρεσίοις ἐπικλήσεις, γείνεσθαι τὰ κατὰ τὰ | ἀρχαιρέσια
μηνὶ δεκάτῳ, ὡς καὶ ἐν τῷ Κορνηλίωι νόμωι γέγραπται, ἐντὸς | δεκάτης
ἱσταμένου. vacat |
|