|
DECRETUM
EPHESIORUM DE DIANA EPHESIA Decree of demos and boule making month of Artemision holy ( AD 162-164 ) |
( H. Wankel, Die Inschriften von Ephesos, Ia, Bonn, 1979, n. 24B ). |
[ἔδ]οξεν τῆς πρώτης καὶ με[γίστης]
| [μητρ]οπόλεως τῆς Ἀσίας καὶ δὶς νεωκ̣[όρου τῶν] | [Σεβα]σ̣τῶν καὶ
φιλοσεβάστου Ἐφε̣[σίων πόλεως] | [τῇ βο]υλῇ
καὶ τῷ δήμῳ περὶ ὧν εἰσηγή̣[σατο]
| [. . . Λ]αβέριος Ἄμοινος φιλοσέβαστος, ὁ γραμμ[ατεὺς]
| [τοῦ δ]ή̣μου· ἐπεψήφισαν δὲ οἱ στ[ρ]ατηγοὶ τῆς | πόλεως φιλοσέβαστοι·
| [ἐπειδὴ ἡ π]ροεστῶσα τῆς πόλεως ἡμῶν θεὸς Ἄρτε[μις] | [οὐ μόνον] ἐν
τῇ ἑαυτῆς πατρίδι τ̣ε̣ιμᾶται, ἣν ἁ[πασῶν] | [τῶν πόλεων] ἐνδοξοτέραν
διὰ τῆς ἰδίας θειότητ[ος πεποίη]-|[κεν, ἀ]λλὰ καὶ παρ̣ὰ̣ [Ἕλλησίν τε
κ]α̣ὶ̣ [β]α̣ρ̣β̣ά̣ρ̣[ο]ις, ὥ[στε παν]-|ταχοῦ ἀνεῖσθαι αὐτῆς ἱερά τε
κα[ὶ τεμένη, ναοὺς δὲ] | αὐτῇ τε εἱδρύσθαι καὶ βωμοὺς αὐτῇ ἀνακεῖσθαι
διὰ | τὰς ὑπ’ αὐτῆς γεινομένας ἐναργεῖς ἐπιφανείας, | καὶ τοῦτο δὲ μέγιστον
τοῦ περὶ αὐτὴν σεβασ-|μοῦ ἐστιν τεκμήριον, τὸ ἐπώνυμον αὐτῆς | εἶναι
μῆνα καλούμενον παρ̣’ ἡ̣[μ]ῖν μὲν Ἀρτεμισ[ι]-|ῶνα, παρὰ δὲ Μακεδόσιν
καὶ τοῖς λοιποῖς ἔθνεσιν | τοῖς Ἑλληνικοῖς καὶ ταῖς ἐν αὐταῖς πόλεσιν
| Ἀ̣ρτεμίσιον, ἐν ᾧ μηνὶ πανηγύρεις τε καὶ ἱερο-|μηνίαι ἐπιτελοῦνται,
διαφερόντως δὲ ἐν̣ [τῇ] | ἡμετέρᾳ πόλει τῇ τροφῷ τῆς ἰδίας θεοῦ τῆς
Ἐφ[εσί]-|ας, προσῆκον δὲ εἶναι ἡγούμενος ὁ δῆμος [ὁ] | Ἐφεσίων ὅλον
τὸν μῆνα τὸν ἐπώνυμον τοῦ θ̣[είου] | ὀνόματος εἶναι ἱερὸν καὶ ἀνακεῖσθαι
τῇ θεῷ | ἐδοκίμασεν διὰ τοῦδε τοῦ ψηφίσματος [διατιθέ]-|ναι τὴν περὶ
αὐτοῦ θρησκείαν· διὸ δεδόχ[θαι] | [ὅ]λον τὸν μῆνα τὸν Ἀρτεμισιῶ̣να εἶνα[ι
ἱερὸν πάσας] | [τ]ὰς ἡμέρας, ἄγεσθαι δὲ ἐπ’ αὐταῖς μην[ός τε καὶ] |
[δι’] ἔτ̣ους τὰς ἑορτὰς καὶ τὴν τῶν Ἀρτεμ[ισίων πανή]-|[γ]υριν καὶ τὰς
ἱερομηνίας, ἅτε τοῦ μηνὸς ὅ[λου ἀνακειμέ]-|ν̣ου τῇ θεῷ· οὕτω γὰρ ἐπὶ
τὸ ἄμεινον τῆς [θεοῦ τιμωμέ]-|[ν]ης ἡ πόλις ἡμ[ῶν ἐ]νδοξοτέρα τε καὶ
εὐδ[αιμονεστέρα] | εἰς τὸ[ν ἅπα]ντα διαμενεῖ χ[ρόνον.] |
|