|
EPHESIORUM
LEX DE DEBITORIBUS Decree of demos of Ephesus concerning a moratorium on debts ( 86-85 BC ) |
( H. Wankel, Die Inschriften von Ephesos, Ia, Bonn, 1979, n. 8 ). |
I. |
[— ἐπειδή, τοῦ
δήμου] | [φυλάσσον]τος τὴν πρὸς Ῥωμαίους τοὺς
κο[ινοὺς σωτῆρας πα]-|[λαιὰν εὔν]οιαν καὶ ἐν
πᾶσιν τοῖς ἐπιτασσομέ[νοις προθύμως]
| [πειθαρχ]οῦντος, Μιθραδάτης Καππαδοκί[ας βασιλεὺς
παρα]-|[βὰς τὰς π]ρὸς Ῥωμαίους συνθήκας καὶ συναγαγὼ[ν τὰς δυνάμεις
ἐ]-|[πεχείρη]σεν κύριος γενέσθαι τῆς μηθὲν ἑαυτῶι προ[σηκούσης] | [χώρα]ς,
καὶ προκαταλαβόμενος τὰς προκειμένας ἡμῶν πό[λεις ἀ]-|[πάτ]ῃ, ἐκράτησεν
καὶ τῆς ἡμετέρας πόλεως καταπληξάμενος | [τῶι] τε πλήθει τῶν δυνάμεων
καὶ τῶι ἀπροσδοκήτωι τῆς ἐπιβολῆς, | [ὁ] δὲ δῆμος ἡμῶν ἀπὸ τῆς ἀρχῆς
συνφυλάσσων τὴν πρὸς Ῥωμαί-|ους εὔνοιαν, ἐσχηκὼς καιρὸν πρὸς τὸ βοηθεῖν
τοῖς κοινοῖς πράγμα-|σιν, κέκρικεν ἀναδεῖξαι τὸν πρὸς Μιθραδάτην πόλεμον
ὑπέρ | τε τῆς Ῥωμαίων ἡγεμονίας καὶ τῆς κοινῆς ἐλευθερίας, ὁμο-|θυμαδὸν
πάντων τῶν πολιτῶν ἐπιδεδωκότων ἑαυτοὺς εἰς τοὺ[ς] | [π]ερὶ τούτων ἀγῶνας,
διὸ δεδόχθαι τῶι δήμωι, τοῦ πράγματος [ἀ]-|νήκοντος εἴς τε τὸν πόλεμον
καὶ εἰς τὴν φυλακὴν καὶ ἀσφάλειαν κα[ὶ] | σωτηρίαν τοῦ τε ἱεροῦ τῆς
Ἀρτέμιδος καὶ τῆς πόλεως καὶ τῆς χώ-|[ρ]ας, τοὺς στρατηγοὺς καὶ τὸν
γραμματέα τῆς βουλῆς καὶ τοὺς | προέδρους εἰσενεγκεῖν ψήφισμα παραχρῆμα
καὶ περὶ φιλανθρώπων | καθότι συμφέρειν, καὶ περὶ τούτου διέλαβεν ὁ
δῆμος. | |
II. |
ἔδοξεν τῶι δήμωι, γνώμη προέδρων
καὶ τοῦ γραμματέως τοῦ | βουλῆς Ἀσκληπιάδου τοῦ Ἀσκληπιάδου τοῦ
Εὐβουλίδου, εἰσαγ-|[γ]ειλαμένων τῶν στρατηγῶν· ἐπεὶ τῶν μεγίστων κινδύνων
ἐ-|παγομένων τῶι τε ἱερῶι τῆς Ἀρτέμιδος καὶ τῆι πόλει καὶ πᾶσι τοῖς
πολεί-|ταις καὶ τοῖς κατοικοῦσιν τήν τε πόλιν καὶ τὴν χώραν, ἀναγκαῖόν
ἐστι | πάντας ὁμονοήσαντας ὑ̣[πο]στῆναι τὸν κίνδυνον, δεδόχθαι τῶι δή-|μωι,
τοῦ πράγματος ἀνήκοντ[ος εἰς] τὴν φυλακὴν καὶ ἀσφάλειαν καὶ σωτ[η]-|ρίαν
τοῦ τε ἱεροῦ τῆς Ἀρτέμ[ιδος καὶ] τῆς πόλεως καὶ τῆς χώρας. τοὺς | μὲν
ἐκγεγραμμένους ἢ παρα[γεγραμ]μένους ὑπὸ λογιστῶν ἱερῶν ἢ δ[η]-|μοσίων
ὡιτινιοῦν τρόπωι πά[λιν εἶ]ναι ἐντίμους καὶ ἠκυρῶσθαι τὰς κα-|[τ’] αὐτῶν
ἐκγραφὰς καὶ ὀφειλήμ[ατα], τοὺς δὲ παραγεγραμμένους πρὸς [ἱε]-|[ρ]ὰς
καταδίκας ἢ δημοσίας ἢ ἐπίτειμα ἱερὰ ἢ δημόσια ἢ ἄλλα ὀφειλήματ[α] |
ὡιτινιοῦν τρόπωι παρεῖσθαι πάντας καὶ εἶναι ἀκύρους τὰς κατ’ αὐτῶν |
πράξεις· εἰ δέ τινες ἔνεισιν ἐν ταῖς ἱεραῖς μισθώσεσιν ἢ δημοσίαις ὠ-|ναῖς
μέχρι τοῦ νῦν, τούτοις ἑστάναι τὰς πράξεις κατὰ τὰς προϋπαρχούσας |
οἰκονομίας κατὰ τοὺς νόμους· ὅσα δὲ ἱερὰ δεδάνεισται, πάντας τοὺ[ς]
| ὀφείλοντας καὶ χειρίζοντας ἀπολελύσθαι ἀπὸ τῶν ὀφειλημάτων, πλὴ[ν]
| τῶν ὑπὸ τῶν συστεμάτων ἢ τῶν ἀποδεδειγμένων ὑπ’ αὐτῶν ἐκδανεισ-|[τ]ῶν
ἐπὶ ὑποθήκαις δεδανεισμένων, τούτων δὲ παρεῖσθαι τοὺς τόκους ἀπὸ | τοῦ
εἰσιόντος ἐνιαυτοῦ, ἕως ἂν ὁ δῆμος εἰς καλλίονα παραγένηται κατάσ[τα]-|σιν·
καὶ εἴ τινες δὲ πεπολιτογράφηνται μέχρι τῶν νῦν χρόνων, εἶναι πάντας
ἐ[ν]-|τίμους καὶ τῶν αὐτῶν μετέχειν φιλανθρώπων· λελύσθαι δὲ καὶ εἶναι
ἀκύρο[υς] | τάς τε ἱερὰς καὶ δημοσίας δίκας, εἰ μή τινές εἰσιν ὑπὲρ
παρορισμῶν χώρας ἢ δι’ ἀμφ[ισ]-|βητήσεως κληρονομίας ἐζευγμέναι· εἶναι
δὲ καὶ τοὺς ἰσοτελεῖς καὶ παροίκους | καὶ ἱεροὺς καὶ ἐξελευθέρους καὶ
ξένους, ὅσοι ἂν ἀναλάβωσιν τὰ ὅπλα καὶ πρὸς το[ὺς] | ἡγεμόνας ἀπογράψωνται,
πάντας πολίτας ἐφ’ ἴσῃ καὶ ὁμοίαι, ὧν καὶ τὰ ὀνόματα [δια]-|σαφησάτωσαν
οἱ ἡγεμόνες τοῖς προέδροις καὶ τῶι γραμματεῖ τῆς βουλῆς, οἳ | καὶ ἐπικληρωσάτωσαν
αὐτοὺς εἰς φυλὰς καὶ χιλιαστῦς· τοὺς δὲ δημοσίους | ἐλευθέρους τε καὶ
παροίκους, τοὺς ἀναλαβόντας τὰ ὅπλα· προελθόντες | δὲ εἰς τὸν δῆμον
καὶ οἱ δεδανεικότες <κατὰ> τὰ συμβόλαια τά τε ναυτικὰ καὶ κατὰ
χειρό-|γραφα καὶ κατὰ παραθήκας καὶ ὑποθήκας καὶ ἐπιθήκας καὶ κατὰ ὠνὰς
καὶ ὁμολογί-|[α]ς καὶ διαγραφὰς καὶ ἐκχρήσεις πάντες ἀσμένως καὶ ἑκουσίως
συνκαταθέμε-|[νοι] τῶι δήμωι, ἀπέλυσαν τοὺς χρεοφιλέτας τῶν ὀφειλημάτων,
μενουσῶν τῶν | [.c.6..]αι διακατοχῶν παρὰ τοῖς νῦν διακατέχουσιν,
εἰ μή τινες ἢ ἐνθάδε ἢ ἐπε-|[...c.10...]ενοις δεδανείκασιν
ἢ συνηλλάχασιν· τὰ δὲ πρὸς τοὺς τραπεζεί-|[τας, ὅσοι μὲν ἐν τῶι ἐ]φ̣’
ἕτος ἐνιαυτῶι τεθεματίκασιν ἢ ἐκχρήσεις εἰλήφασιν ἢ ἐνέ-|[χυρα δεδώκασιν,
ἑστά]ναι αὐτοῖς τὰς πράξεις τὰς προϋπαρχούσας κατὰ τοὺς | [νόμους· ὅσα
δέ ἐστιν θέμα]τα ἢ ἐκχρήσεις ἐκ τῶν ὑπεράνω χρόνων, τούτων | [οἱ τραπεζεῖται
τοῖς θεματείται]ς καὶ οἱ θεματεῖται τοῖς τραπεζείταις τὰς ἀ-|[ποδόσεις
ποιείσθωσαν κατὰ μέρος ἀπὸ] το̣ῦ εἰσι{ον}όντος ἐνιαυτοῦ ἐν ἔτεσιν δέ-|[κα,
τοὺς δὲ τόκους ἀποτινέτωσαν κατὰ τ]ὸ ἀνάλογον· ἐὰν δὲ ἔν τινι ἐνια-|[υτῶι
— ἀπο]δ̣όντος τὰς ἐν τοῖς νόμοις̣ | [—]ος ἐπ’ ἐνεχύροις ε[.] |
|