IUS IURANDUM PAPHLAGONUM
   
Oath of loyalty sworn in Paphlagonia to Augustus and his descendants
     
( 4-3 BC )
 

 
( J. G. C. Anderson, F. Cumont & H. Grégoire, Studia Pontica, III, 1, Bruxelles, 1910, n. 66 ).
 

 
ἀπὸ  Αὐτοκράτορος  Καίσ[αρος] | θεοῦ  υἱοῦ  Σεβαστοῦ  ὑπατεύ[σαντος τὸ] | δωδέκατον ἔτους τρίτου, π[ροτέραι]   |   νωνῶν   Μαρτίων   ἐν   Γάνγροις   ἐν [κ]ά[στροις(?), ὅρ]-|κος ὁ τελεσθ[εὶς ὑ]πὸ   τῶ[ν]   κατοικ[ούντων   Πα]-|φλαγονία[ν   καὶ τῶν πραγ]ματευομ[ένων πα]-|ρ’ αὐτοῖς Ῥ[ωμαίων]. | ὀμνύω Δία Γῆν Ἥλιον θεοὺς πάντα[ς καὶ πά]-|σας καὶ αὐτὸν τὸν Σεβασ[τ]ὸν εὐνοή[σειν Καί]-|σαρι Σεβαστῶι καὶ τοῖς τ[έκ]νοις ἐγγό[νοις τε] | αὐτοῦ πάν[τ]α τ[ὸ]ν τοῦ [βίου] χρόνον κ[αὶ λό]-|γωι [κ]αὶ ἔργωι καὶ γνώμη[ι, φί]λους ἡγού[μενος] | οὓς ἂν ἐκεῖνοι ἡγῶντα[ι] ἐκχθρούς {ἐχθρούς} τε ν[ομίζων] | οὓς ἂν αὐτοὶ κρίνωσιν· ὑπέρ τε τῶν τ[ούτοις] | διαφερόντων μήτε σώματος φείσεσ[θαι μή]-|τε ψυχῆς μήτε βίου μήτε τέκνων, ἀλ[λὰ παν]-|τὶ τρόπωι ὑπὲρ τῶ[ν] ἐκείνοις ἀνηκό[ντων] | πάντα κίνδυνον ὑπομενεῖν· ὅ τί τε ἂ[ν αἴσ]-|θωμαι ἢ ἀκούσω ὑπεναντίον τούτ[οις λε]-|γόμενον ἢ βουλευόμενον ἢ πρασσό[μενον], | τοῦτο   ἐγμηνύσειν   τε   καὶ   ἐχθρὸν   ἔσ[εσθαι   τῶι] | λέγοντι   ἢ βουλευομένωι ἢ πράσσο[ντί τι τού]-|των· οὕς τε ἂν ἐκχθροὺς  {ἐχθροὺς}  αὐτοὶ  κρίν[ωσιν,  τού]-|τους κατὰ γῆν καὶ θάλασσαν ὅπλο[ις τε] | καὶ σιδήρωι διώξειν καὶ ἀμυνεῖσ[θαι]. | ἐὰν δέ τι ὑπεναντίον τούτωι τ[ῶι ὅρκωι] | ποήσω ἢ μὴ στοιχούντως καθὼ[ς ὤμο]-|σα, ἐπαρῶμαι αὐτός τε κατ’ ἐμοῦ καὶ σ[ώμα]-|τος τοῦ ἐμαυτοῦ καὶ ψυχῆς καὶ βίου κα[ὶ τέ]-|κνων καὶ παντὸς τοῦ ἐμαυτοῦ γέν[ους] | καὶ συνφέροντος ἐξώλειαν  καὶ  παν[ώλει]-|αν  μέχρι  πάσης διαδοχῆς τῆς ἐ[μῆς καὶ] | τῶν ἐξ ἐμοῦ πάντων, καὶ μήτε σ[ώματα τὰ] | τῶν ἐμῶν ἢ ἐξ ἐμοῦ μήτε γῆ μ[ήτε θάλασ]-|σα δέξαιτο μηδὲ καρποὺς ἐνέγ[κοι αὐτοῖς]. | κατὰ  τὰ  αὐτὰ  ὤμοσαν  καὶ  οἱ  ἐ[ν  τῆι  χώραι] | πάντες ἐν τοῖς κατὰ τὰς ὑ[παρχίας(?) Σε]-|βαστήοις παρὰ τοῖς βωμοῖ[ς τοῦ Σεβαστοῦ]. | ὁμοίως τε Φαζιμωνεῖται οἱ [τὴν νῦν Νεάπο]-|λιν λεγομένην κατοικοῦν[τες ὤμοσαν σύμ]-|παντες ἐν Σεβαστήωι παρὰ τ[ῶι βωμῶι τοῦ] | Σεβαστοῦ.
 

 

  Bibliography

Dessau, Inscriptiones Latinae Selectae, Berlin, 1892-1916, n. 8781 ; Dittenberger, Orientis Graeci Inscriptiones Selectae, Leipzig, 1903-05, n. 532 ; Cagnat, Inscriptiones Graecae ad Res Romanas Pertinentes, III, Paris, 1906, n. 137 ; Anderson, Cumont & Grégoire, Studia Pontica, III, 1, Bruxelles, 1910, n. 66 ; Abbott & Johnson, Municipal Administration in the Roman Empire, Princeton, 1926, pp. 334-335, n. 37 ; Magie, Roman Rule in Asia Minor to the End of the Third Century after Christ, I, Princeton, 1950, 465 ; Wenger, Die Quellen des römischen Rechts, Wien, 1953, p. 840 ; Ehrenberg & Jones, Documents Illustrating the Reigns of Augustus and Tiberius, Oxford, 1955, pp. 145-146, n. 315 ; Herrmann, Der Römische Kaisereid, Göttingen, 1968, pp. 123-124, n. 4 ; Sherk, The Roman Empire : Augustus to Hadrian, Cambridge, 1988, p. 31, n. 15 ; Smallwood, The Jews under Roman rule from Pompey to Diocletian : a study in political relations, Boston-Leiden, 2001, p. 98.

 
  Source : Sandstone stele found at Phazimon ( = Neoklaudiopolis or Neapolis ), Turkey.