RESCRIPTUM
PRAEFECTI
AEGYPTI
TIB.
IULII ALEXANDRI
DE VECTIGALIBUS LOCANDIS Rescript of Tiberius Julius Alexander concerning the sale of taxes ( AD 66 ) |
P. Oxy. I, 44 = P. Lond. III, 749 = Chr. Wilck. 275 = Sel. Pap. II, 420 ( DDBDP ). |
[Πα]πίσκος
[κσμητεύ]σ̣ας στρατηγὸς Ὀξυρυ[γ]χ(ίτου) | [Ἀσ]κληπιάδ[ηι βασιλικῶ]ι
γραμμα(τεῖ) τοῦ αὐτοῦ νομοῦ | χαίρειν. | ἐπὶ τῆς γενομένης διαπράσεως
τῶν τελωνι-|κῶν ὑπό τε ἐμοῦ καὶ σοῦ ἐπὶ παρόντων καὶ | \τῶν/
εἰωθότων, δυσπειθούντων τῶν τὸ ἐν-|κύκλιον ἀσχολουμένων
καὶ τῶν τὸ ἀγο-|ρανόμιον δημιοσιωνῶν ὡς ἱκανὰ βλαπτο-|μένων καὶ κινδυνευόντων
μεταναστῆ-|ναι, <τὸ> δόξαν ἡμῖν ἔγραψα τῶι κρατίστωι | ἡγεμόνι
περὶ τοῦ πράγματος. ἀντιγράψαν-|τος οὖν αὐτοῦ μοι περὶ τοῦ ἐφιδόντα
τὰς | π[ρο]τέρας μισθώσεις κατὰ τὸ δυνατὸν | [ἀνα]κουφίσαι τοὺς τελώνας
ὑπὲρ τοῦ μὴ | φυγ[ά]δας γενέσθαι τ[ο]ὺς πρὸς β̣[ίαν] ἀ[γο]-|μένους,
καὶ πρότερόν σοι τὸ ἀντίγρ[αφο]ν | τῆς ἐπιστολῆς μετέδωκα ἵν᾽
εἰδῇς, καὶ | ὅτι ἀποδημοῦντός σου καὶ τῶν ὠνῶν | μὴ ἐπιδεδεγμένων ὑπὸ
τῶν τελωνῶν | μηδὲ μὴν ἄλλων προσερχ[ομ]ένων αὐ-|τοῖς [[πολλάκις]] πολλάκις
προκηρυχθεισῶν | ἔλαβον χειρογραφίας τῶν τε
τὸ ἐνκύ-|κλιον καὶ τὸ γραφεῖον ἀσχολουμένων | - ca. ? - |
|