Appianus,
Bell. Civ., IV, 6, 38 ( Firmin-Didot,
Paris, 1840 ).
|
Μεσσάλας
δὲ ἐπιφανὴς καὶ νέος ἐς Βροῦτον ἔφυγε, καὶ αὐτοῦ δείσαντες οἱ τρεῖς
τὸ φρόνημα προύγραψαν οὕτως· « Ἐπεὶ Μεσσάλαν ἀπέφηναν ἡμῖν οἱ προσήκοντες
αὐτῷ μηδὲ ἐπιδημεῖν, ὅτε Γάιος Καῖσαρ ἀνῃρεῖτο, ἐξῃρήσθω τῶν προγραφέντων
ὁ Μεσσάλας. » |