8. Καὶ
εἶχεν οὕτως ἡ προγραφή· « Μᾶρκος Λέπιδος, Μᾶρκος Ἀντώνιος, Ὀκτάουιος
Καῖσαρ, οἱ χειροτονηθέντες ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινά, οὕτως λέγουσιν·
εἰ μὴ δι' ἀπιστίαν οἱ πονηροὶ δεόμενοι μὲν ἦσαν ἐλεεινοί, τυχόντες δὲ
ἐγίγνοντο τῶν εὐεργετῶν ἐχθροί, εἶτα ἐπίβουλοι, οὔτ' ἂν Γάιον Καίσαρα
ἀνῃρήκεσαν, οὓς ἐκεῖνος δορὶ λαβὼν ἔσωσεν ἐλέῳ καὶ φίλους θέμενος ἐπὶ
ἀρχὰς καὶ τιμὰς καὶ δωρεὰς προήγαγεν ἀθρόως, οὔτ' ἂν ἡμεῖς τοῖς ἐνυβρίσασι
καὶ πολεμίους ἀναγράψασιν ἡμᾶς ὧδε ἀθρόως ἠναγκαζόμεθα χρῆσθαι. Νῦν
δέ, ἐξ ὧν ἐπιβεβουλεύμεθα καὶ ἐξ ὧν Γάιος Καῖσαρ ἔπαθεν, ἀτιθάσευτον
ὁρῶντες τὴν κακίαν ὑπὸ φιλανθρωπίας, προλαβεῖν τοὺς ἐχθροὺς ἢ παθεῖν
αἱρούμεθα. Μὴ δή τις τὸ ἔργον ἄδικον ἢ ὠμὸν ἢ ἄμετρον ἡγείσθω, ἔς τε
Γάιον καὶ ἐς ἡμᾶς οἷα πεπόνθαμεν ὁρῶν. Γάιον μὲν δὴ καὶ αὐτοκράτορα
ὄντα καὶ ἄρχοντα ἱερῶν, καὶ τὰ φοβερώτατα Ῥωμαίοις καθελόντα τε ἔθνη
καὶ κτησάμενον, καὶ πρῶτον ἀνδρῶν ὑπὲρ τοὺς Ἡρακλείους ὅρους ἀπλώτου
θαλάσσης ἀποπειράσαντα, καὶ Ῥωμαίοις γῆν ἄγνωστον εὑρόντα, ἐν μέσῳ τῷ
ἱερῷ λεγομένῳ βουλευτηρίῳ, ὑπὸ ὄψεσι θεῶν, κατέκανον εἴκοσι καὶ τρισὶ
σφαγαῖς ἐνυβρίσαντες, οἱ πολέμῳ ληφθέντες ὑπ' ἐκείνου καὶ περισωθέντες
κληρονόμοι τέ τινες αὐτοῦ τῆς οὐσίας ἐγγραφέντες εἶναι· οἱ λοιποὶ δὲ
ἐπὶ τῷ μύσει τῷδε τοὺς ἐναγεῖς ἀντὶ κολάσεων ἐπὶ ἀρχὰς καὶ ἡγεμονίας
ἐξέπεμψαν, αἷς ἐκεῖνοι χρώμενοι τά τε κοινὰ τῶν χρημάτων ἥρπασαν, καὶ
στρατὸν ἐξ αὐτῶν ἀγείρουσι καθ' ἡμῶν καὶ ἕτερον αἰτοῦσι παρὰ βαρβάρων
ἀεὶ τῆς ἀρχῆς πολεμίων, τάς τε ὑπὸ Ῥωμαίοις πόλεις τὰς μὲν οὐ πείθοντες
ἐνέπρησαν ἢ κατέσκαψαν ἢ κατήρειψαν, τὰς δὲ καταπλήξαντες ἐπάγουσι τῇ
πατρίδι καθ' ἡμῶν. 9. Ἡμεῖς δὲ αὐτῶν
τοὺς μὲν ἤδη τετιμωρήμεθα, τοὺς δὲ λοιποὺς θεοῦ συνεπιλαμβάνοντος αὐτίκα
δίκην διδόντας ὄψεσθε. Τῶν δὲ μεγίστων ἡμῖν ἠνυσμένων καὶ ὑπὸ χερσὶν
ὄντων, Ἰβηρίας τε καὶ Κελτικῆς καὶ τῶνδε τῶν οἴκοι, ἕν ἐστι λοιπὸν ἔτι
ἔργον, στρατεύειν ἐπὶ τοὺς πέραν θαλάσσης αὐτόχειρας Γαΐου. Μέλλουσι
δὴ πόλεμον ὑπὲρ ὑμῶν ἔκδημον ἀγωνιεῖσθαι οὐκ ἀσφαλὲς οὔτε ἐς τὰ ἡμέτερα
οὔτε ἐς τὰ ὑμέτερα εἶναι δοκεῖ τοὺς ἄλλους ἐχθροὺς ὀπίσω καταλιπεῖν,
ἐπιβησομένους ταῖς ἀπουσίαις ἡμῶν καὶ τὰ συμβαίνοντα τοῦ πολέμου καιροφυλακήσοντας,
οὐδ' αὖ βραδύνειν διὰ τούσδε ἐν ἐπείξει τοσῇδε μᾶλλον ἢ ἐκποδὼν αὐτοὺς
ἀθρόως ποιήσασθαι, ἄρξαντάς γε τοῦ καθ' ἡμῶν πολέμου, ὅτε πολεμίους
ἡμᾶς τε καὶ τοὺς ὑφ' ἡμῖν στρατοὺς ἐψηφίζοντο εἶναι. 10. Κἀκεῖνοι
μὲν τοσάσδε πολιτῶν μυριάδας ἡμῖν συναπώλλυον, οὔτε θεῶν νέμεσιν οὔτε
φθόνον ἀνθρώπων ὑφορώμενοι· ἡμεῖς δὲ πλήθει μὲν οὐδενὶ χαλεπανοῦμεν
οὐδὲ τοὺς ἐχθροὺς ἐπιλεξόμεθα πάντας, ὅσοι διηνέχθησαν ἡμῖν ἢ ἐπεβούλευσαν,
οὐδὲ ἐκ πλούτου πάντως ἢ περιουσίας ἢ ἀξιώσεως οὐδ' ὅσους ἕτερος πρὸ
ἡμῶν αὐτοκράτωρ ἔκτεινε, τὴν πόλιν κἀκεῖνος ἐν ἐμφυλίοις καθιστάμενος,
ὃν Εὐτυχῆ προσείπατε δι' εὐπραξίαν, καίπερ ἀνάγκης οὔσης τρισὶ πλέονας
ἐχθροὺς ἢ ἑνὶ εἶναι. Ἀλλὰ μόνους δὴ τοὺς φαυλοτάτους τε καὶ πάντων αἰτιωτάτους
ἀμυνούμεθα. Καὶ τόδε δι' ὑμᾶς οὐχ ἧσσον ἡμῶν· ἀνάγκη μὲν γὰρ ἡμῶν διαφερομένων
ὑμᾶς πάντας ἐν μέσῳ δεινὰ πάσχειν, ἀνάγκη δέ τι καὶ τῷ στρατῷ γενέσθαι
παραμύθιον ὑβρισμένῳ τε καὶ παρωξυμμένῳ καὶ πολεμίῳ πρὸς τῶν κοινῶν
ἐχθρῶν ἀναγεγραμμένῳ. Δυνηθέντες δ' ἄν, οὓς ἔγνωμεν, ἐξ ἐφόδου συλλαβεῖν,
αἱρούμεθα προγράψαι μᾶλλον ἢ ἀγνοοῦντας ἔτι συλλαβεῖν· καὶ τόδε δι'
ὑμᾶς, ἵνα μὴ ἐπὶ τοῖς ὁπλίταις ᾖ διωργισμένοις πλεονάζειν ἐς τοὺς ἀνευθύνους,
ἀλλὰ ἀπηριθμημένους καὶ ὡρισμένους ἔχοντες ὀνομαστὶ τῶν ἄλλων κατὰ πρόσταγμα
ἀπέχωνται. 11. Ἀγαθῇ τύχῃ τοίνυν τῶν
ὑπογεγραμμένων τῷδε τῷ διαγράμματι μηδεὶς δεχέσθω μηδένα μηδὲ κρυπτέτω
μηδὲ ἐκπεμπέτω ποι μηδὲ πειθέσθω χρήμασι. Ὃς δ' ἂν ἢ σώσας ἢ ἐπικουρήσας
ἢ συνειδὼς φανῇ, τοῦτον ἡμεῖς, οὐδεμίαν ὑπολογισάμενοι πρόφασιν ἢ συγγνώμην,
ἐν τοῖς προγεγραμμένοις τιθέμεθα. Ἀναφερόντων δὲ τὰς κεφαλὰς οἱ κτείναντες
ἐφ' ἡμᾶς, ὁ μὲν ἐλεύθερος ἐπὶ δισμυρίαις δραχμαῖς Ἀττικαῖς καὶ πεντακισχιλίαις
ὑπὲρ ἑκάστης, ὁ δὲ δοῦλος ἐπ' ἐλευθερίᾳ τοῦ σώματος καὶ μυρίαις Ἀττικαῖς
καὶ τῇ τοῦ δεσπότου πολιτείᾳ. Τὰ δ' αὐτὰ καὶ τοῖς μηνύουσιν ἔσται. Καὶ
τῶν λαμβανόντων οὐδεὶς ἐγγεγράψεται τοῖς ὑπομνήμασιν ἡμῶν, ἵνα μὴ κατάδηλος
ᾖ. » |