|
EPISTULA
M. VALERII MESSALAE PRAETORIS AD TEIOS Letter of Valerius concerning the city's immunity and freedom ( 193 BC ) |
( Based upon the Greek text of W. Dittenberger, SIG, 3rd ed., Leipzig, 1915-24, n. 601 ). |
|
vacat
Ῥωμαίων. vacat | Μάρκος Οὐαλάριος Μάρκου στρατηγὸς καὶ | δήμαρχοι
καὶ ἡ σύνκλητος, Τηΐων τῆι βουλῆι καὶ τῶι | δήμωι χαίρειν. v
Μένιππος ὅ τε παρ’ Ἀντιόχου τοῦ βα-|σιλέως ἀποσταλεὶς πρὸς ἡμᾶς πρεσβευτὴς,
προ-|χειρισθεὶς καὶ ὑφ’ ὑμῶν πρεσβεῦσαι περὶ τῆς πόλεως | τό τε ψήφισμα
ἀνέδωκεν καὶ αὐτὸς ἀκολούθως τούτωι | διελέχθη μετὰ πάσης προθυμίας.
ἡμεῖς δὲ τόν τε ἄν-|δρα ἀπεδεξάμεθα φιλοφρόνως καὶ διὰ τὴν προγεγενη-|μένην
αὐτῶι δόξαν καὶ διὰ τὴν ὑπάρχουσαν καλοκἀ-|γαθίαν περί τε ὧν ἠξίου διηκούσαμεν
εὐνόως. καὶ ὅτι | μὲν διόλου πλεῖστον λόγον ποιούμενοι διατελοῦ-|μεν
τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας, μάλιστ’ ἄν τις στο-|χάζοιτο ἐκ τῆς συναντωμένης
ἡμεῖν εὐμενείας | διὰ ταῦτα παρὰ τοῦ δαιμονίου· οὐ μὴν ἀλλὰ καὶ ἐξ ἄλ-|λων
πλειόνων πεπείσμεθα συμφανῆ πᾶσι γεγονέναι | τὴν ἡμετέραν εἰς τὸ θεῖον
προτιμίαν, διὸ καὶ διά τε ταῦ-|τα καὶ διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν καὶ
διὰ τὸν ἠξιω[μέν]ον | πρεσβευτὴν κρίνομεν εἶναι τὴν πόλιν καὶ τὴγ χώ-|ραν
ἱεράν, καθὼς καὶ νῦν ἐστιν, καὶ ἄσυλον καὶ ἀφορο-|λόγητον ἀπὸ τοῦ δήμου
τοῦ Ῥωμαίων καὶ τά τε εἰς | τὸν θεὸν τίμια καὶ τὰ εἰς ὑμᾶς φιλάνθρωπα
πειρασό-|μεθα συνεπαύξειν, διατηρούντων ὑμῶν καὶ εἰς τὸ | μετὰ ταῦτα
τὴν πρὸς ἡμᾶς εὔνοιαν. vacat ἔρρωσθε. |
|