|  
         | 
    
|  DUAE 
        EPISTULAE L. CORNELII SULLAE DE COLLEGIIS ARTIFICUM BACCHIORUM Two letters of L. Cornelius Sulla to the guild of Dionysiac artists ( 84 and 81 BC )  | 
    
|   ( M. Segre, Iscrizioni di Cos, Roma, 2007, Inv. ED 7 ).  | 
    
|   | 
    
| Face A | 
| 
  ἀγαθᾶι 
          τύχαι. | [Λ]ε̣ύκιος Κορνήλιος Λευκίου ὑιὸς Σύλλας Ἐπα-|φρόδειτος δικτάτωρ 
          Κῴων ἄρχουσι βουλῇ | δήμῳ  χαίρειν.  ἐγὼ Ἀλεξάνδρῳ Λαοδικεῖ 
          κι-|θαριστῇ, ἀνδρὶ καλῷ καὶ ἀγαθῷ καὶ φίλῳ ἡμε-|τέρῳ, πρεσβευτῇ παρὰ 
          τοῦ κοινοῦ τῶν περὶ τὸν Διό-|[ν]υ̣σον τεχνιτῶν τῶν ἐπὶ Ἰωνίας καὶ Ἑλλησπόντου 
          | [καὶ τ]ῶν περὶ τὸν Καθηγεμόνα Διόνυσον ἐπέτ[ρε]-|[ψα στήλην] παρ’ 
          ὑμεῖν ἐν τῷ ἐπισημοτάτῳ τόπωι ἀναθή-|[σεσθαι ἐν ᾗ] ἀναγραφήσεται τὰ 
          ὑπ’ ἐμοῦ δεδομένα | [τοῖς τεχνίταις] φιλάνθρωπα· πρεσβεύσαντος δ[ὲ] 
          | [νῦν αὐτοῦ εἰς Ῥώμην], τῆς συγκλήτου δὲ δόγμα π̣[ερὶ] | [τούτων ψηφισαμένης, 
          ὑμᾶς] ο̣ὖν θέλω φροντίσαι ὅπως [ἀπο]-|[δειχθῇ παρ’ ὑμεῖν τόπος ἐπισ]ημότατος 
          ἐν ᾧ ἀναθή-|[σεται ἡ στήλη ἡ περὶ τῶν τεχνιτῶ]ν̣· ὑπογέγραφφα δὲ | [τῆς 
          παρ’ ἐμοῦ ἐπιστολῆς τοῦ τε δόγματος] τῆς συνκλή-|[του τὰ ἀντίγραφα ——————————]Ν̣Τ̣Ω̣.  | 
    
| Face B | 
|  
         [...]δει  
          σὺν  δὲ  καὶ  ἣν  ἔχετε  πρὸς  [ἡμ]ᾶς  
          [εὔ]νο[ιαν], | ὑμᾶς  οὖν  θέλω  [ἐ]πεγνωκέναι  ἐμ̣ὲ̣ 
          ἀπὸ συμβο[υ]-|λίου γνώμης γνώμην ἀποπεφάνθαι, ἃ φιλάνθ[ρ]-|[ω]π̣α κα[ὶ 
          τι]μὰς ἀλειτουργησίας τε ὑμεῖν καταλο-|[γῇ] τοῦ Διονύσου καὶ τῶν Μουσῶν 
          καὶ τῆς πο[λι]-|τ̣ε̣ί̣ας ὑμῶν χάριτι σύνκλητος ἄρχοντές τε [ἢ ἀν]-|τάρχοντες 
          ἡμέτεροι ἔδωκαν σ[υνεχώ]-|ρησαν, ἵνα ταῦτα ἔχετε, καὶ κ[αθὼς καὶ πρὶν] 
          | πάσης τε λειτουργίας ἀλε[ιτούργητοι ἦτε] | στρατείας τε, μήτε τινὰ 
          [εἰσφορὰν ἢ δαπά]-|νας εἰσφέρετε,   μήτε   [ἐ]ν̣[οχλεῖσθε   
          ὑπό   τινος] | παροχῆς   ἕνεκέν  τ[ε  
          καὶ  ἐπισταθμείας, μήτε] | τινὰ δέχεσθ[αι καταλύτην ἐπαναγκάζεσθε]. 
          | ἵνα δὲ καὶ [—————————————] | [..]ΙΟΝΙΙ[———— —————————] | ἀναγ[ρ———————————————]  | 
    
  
            |