|
EDICTUM
P. AMPELII PROCONSULIS ACHAIAE Edict of Publius Ampelius concerning the indiction ( AD 359 ) |
( E. Ziebarth, Inscriptiones Graecae, XII, 9, Berlin, 1915, n. 907 ). |
Πούβλ(ιος)
Ἀμπέλιος ὁ λαμ(πρότατος) ἀνθ(ύπατος) | λέγει· | τίνες καὶ ποίων ἔργων
ἐπιμεληταὶ κατέστησαν | καὶ ὅσα εἴδη καθ’ ἕτος ἕκαστον ἐκ τῆς τρίτης
ἐ-|πιν(εμήσεως) ἐκ τῶν πολειτικῶν προσόδων εἰς λόγον | τῆς ἐπισκευῆς
τῶν αὐτοῖς ἐγχειρισθέν-|των ἔργων κομίζεσθαι ὡρίσθησαν, ἔγνωτε | μὲν
καὶ ἐκ τῆς ὑπὸ παρουσίᾳ τῇ πάντων γενο-|μένης διατυπώσεως καὶ τῶν ἐπὶ
τούτοις πρα-|χθέντων ὑπομνημάτων· πλὴν ἐπεὶ καὶ δι-|ατάγματι τῆς ἐμῆς
καθοσιώσεως τοῖς πᾶσιν | ὑμῖν τοῦτο φανερὸν καταστῆσαι ὑπῆρχεν | ἀκόλουθον,
ὑπὲρ τοῦ μηδεμίαν ὑμᾶς | τῶν ὁρισθέντων ἄγνοιαν προβάλλεσθαι, | βρέβιον
τῶν εἰρημένων ἁπάντων ἀκρει-|βῆ διδασκαλίαν ἐπέχον τῷ παρόντι δι-|ατάγματι
ὑποταγῆναι πεποίηκα. | ὅσων ἔργων ἐπιμεληταὶ κατέστησαν καὶ ὅσον | ἕκαστος
διετυπώθη λαμβάνειν ἀπὸ τῶν
πο-|λιτικῶν προσόδων καθ’ ἕκαστον ἐνιαυτὸν ὑποτέ-|τακται.
| εἰς τὴν ἐξέδραν τὴν καινὴν τὴν παρακειμένην τῇ | πομπικῇ στοᾷ Μάρκελλος
πρῶτ(ος) καὶ | Θεόδωρος βουλ(ευτὴς) λαμβάν(ειν) | ξύλ(α) τετρ(άγωνα)
γʹ, ξύλ(α) μονόζ(υγα) ηʹ, κεραμ(ίδια) | νν ε. | [εἰς] τὴν στοὰν τὴν
πομπικ(ὴν) ἅμα τῷ ἐξεδρίῳ | Ἀριστότειμον πρῶτ(ον) καὶ Κατύλλου κλ(ηρονόμους)
| ξύλ(α) μον̣(όζυγα) ζʹ, ξύλ(α) δίζ(υγα) ηʹ, ξύλ(α) ποδ(ιαῖα) [—] |
ξύλ(α) καιν(ὰ) ζʹ [—————————————————————] |
|