EPISTULA
P. SERVILII ISAURICI PROCONSULIS ASIAE AD PERGAMENOS Letter of P. Servilius Isauricus concerning the temple of Asclepius ( 46-44 BC ) |
( C. Habicht, Die Inschriften des Asklepieions, Berlin, 1969, n. 1 ). |
|
ἀγαθῆι
τύχηι. | ἐπίκριμα περὶ τῆς ἀσυλίας. | [Πό]πλιος Σεροίλιος Ποπλίου υἱὸς
Ἰσαυρικὸς ἀνθύπατος | ἄ̣ρχουσι βουλῇ δήμωι v Περγαμηνῶν v χαίρειν. |
Κλεῖτος Τείμωνος πρύτανις, Ἀσκληπιάδης Μάτρω-|νος ἱερεύς, Μοιροφάνης
Μητροδώρου, Μενέμαχος | Ξενοκλέους, Ἡρώδης Ἡρώδου, Νέων Μελεάγρου, |
Ἀπολλοφάνης Ὀρέστου ἄρχοντες, Περσεὺς Περσέως | τοῦ Δίωνος γραμματεὺς
δήμου, Κρίτων Μηνοδώρου | γυμνασίαρχος, ὁμοίως τε πρεσβευταὶ ὑμέτεροι,
ἄν-|δρες ἀγαθοί, ἐμοὶ προσῆλθον ὑπὲρ τῶν τοῦ
Ἀσκλη-|πιοῦ ἱερῶν νόμων ἀσυλίας τε. ἥτις ὑμεῖν ἀντίστα-|σις ὑπὲρ
τῶν τοῦ ἱεροῦ δικαίων πρὸς Μάρκον Φάννιον | Νεμερίου υἱὸν Τηρητείνᾳ
ὑπῆρχεν· ὑπὲρ τούτου [τοῦ] | πράγματος τῆς ὑποθέσεω[ς
ἐκ ἀντικαταστάσεως ὑφ’ ἑ]-|κατέρων ῥηθείσης
Γ[.... c.13 ..... ἐπέκρινα· περὶ] | ὧν Μάρκος Φά[ννιος
Νεμερίου υἱὸς Τηρητείνᾳ ἐνε]-|φάνισεν [————] | ΟΝΓ[———] |
|