|
EPISTULA
PROCONSULIS LYCIAE ET PAMPHYLIAE AD SIDYMEOS Letter of the Proconsul concerning the formation of a Gerusia ( AD 185-192 ) |
( E. Kalinka, Tituli Asiae Minoris, II, 1, Wien, 1920, n. 175 ). |
ἐπὶ ἀρ̣χ̣ιερέος
τ[ῶν Σεβα]στῶν Διογέν̣[ου]ς γʹ τοῦ Μητροδώρου
Δείου βʹ εἰσηγησ[α]μένου τοῦ γρα̣μ-|ματέως τῆς βο̣[υλῆς Δ]η̣μοσθένους
το[ῦ Ἀν]δροβίου ἐπιψηφισαμένου δὲ τοῦ ἱερέος τῶν Σεβαστῶν Ἀλεξάν-|δρου
τοῦ Λύσων̣[ος]· ἐπεὶ διὰ τοὺς [εὐ]τ̣υχεστάτους καιροὺς τοῦ θειοτάτου
Αὐτοκράτορος Καίσαρος | [[ [Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου] ]]
Σεβαστοῦ Εὐσεβοῦς Εὐτυχοῦς καὶ διὰ τὴν τοῦ κρατίστου | ἀνθυπάτου Γάι̣ου̣
Πομπωνίου Βά[σ]σου Τερεντιανοῦ περὶ τὰς πόλεις αὔξησιν καὶ ἡ ἡμετέρα
| πόλις ἐψηφίσατο σύστημα γερον̣τ̣ικὸν κατὰ τὸν νόμον ἐννόμου βουλῆς
καὶ ἐκλησίας ἀγομέ-|νης, ἔδοξεν γραφῆναι ψήφισμα τῷ κρατίστῳ ἀ̣νθυπάτῳ
δι’ οὗ παρακλ̣ηθῆναι καὶ αὐτὸν συνεπικυρῶσαι | τὴν τῆς βουλῆς καὶ τοῦ
δήμου κρίσιν δι’ ἃ τύχῃ ἀγαθῇ δεδόχθαι Σιδυμέων τῇ βουλῇ καὶ τῷ δήμῳ
| συνγεγράφθαι τόδε τὸ ψήφισμα, ὃ κ.[.]αὶ {καὶ} ἀναδοθῆναι αὐτῷ ὑπὸ
τοῦ ἀξιολογωτάτου Λυκιάρχου πολεί-|του ἡμῶν Τι(βερίου) ∙ Κλ(αυδίου)
∙ Τηλεμάχου Ξαν[θ]ίου καὶ Σιδυμέος· Πομπώ(νιος) Βάσσος ἀνθύ(πατος) Σιδυμέων
| ἄρχουσι βουλῇ δήμῳ χαίρειν· τὰ καλῶς γεινόμενα
ἐπαινεῖσθαι μᾶλλον προσ-|ήκει ἢ κυροῦσθαι·
ἔχει γὰρ τὸ βέβαιο[ν] ἀφ’ ἑαυτῶν· ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι.
ἐκομίσθη ἐπὶ τοῦ αὐτοῦ | Λυκιάρχου Ἀπελλαίου κγʹ, ἐνεγράφη ὑπὸ Εὐέλθοντος
τοῦ καὶ Εὐτυχέους Τελεσίου Σιδυμέος | γυμνασιαρχήσαντος τῆς γερουσίας
[π]ρώτου. |
|