EPISTULA LUCII ANTONII PROPRAETORIS ASIAE
     
AD SARDIANOS DE IUDAEORUM LIBERA RELIGIONIS EXERCITATIONE

   
Letter of Antony on Jewish rights
 
(
 49 BC 
)
 

 
Josephus, Ant. Iud., XIV, 10, 17
( Reinach, Paris, 1900 ).
 

 
<235> Λούκιος Ἀντώνιος Μάρκου υἱὸς ἀντιταμίας καὶ ἀντιστράτηγος Σαρδιανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἰουδαῖοι πολῖται ἡμέτεροι προσελθόντες μοι ἐπέδειξαν αὐτοὺς σύνοδον ἔχειν ἰδίαν κατὰ τοὺς πατρίους νόμους ἀπ' ἀρχῆς καὶ τόπον ἴδιον, ἐν ᾧ τά τε πράγματα καὶ τὰς πρὸς ἀλλήλους ἀντιλογίας κρίνουσιν, τοῦτό τε αἰτησαμένοις ἵν' ἐξῇ ποιεῖν αὐτοῖς τηρῆσαι καὶ ἐπιτρέψαι ἔκρινα.
 

Traduction française