Josephus, Ant. Iud., XIV, 10, 18 (
Reinach, Paris, 1900 ).
|
<236> Μᾶρκος
Πόπλιος σπιρίου υἱὸς καὶ Μᾶρκος Μάρκου Ποπλίου υἱὸς Λουκίου λέγουσιν.
Λέντλῳ τἀνθυπάτῳ προσελθόντες ἐδιδάξαμεν αὐτὸν περὶ ὧν Δοσίθεος Κλεοπατρίδου
Ἀλεξανδρεὺς λόγους ἐποιήσατο, <237> ὅπως
πολίτας Ῥωμαίων Ἰουδαίους ἱερὰ Ἰουδαικὰ ποιεῖν εἰωθότας, ἂν αὐτῷ φανῇ,
δεισιδαιμονίας ἕνεκα ἀπολύσῃ: καὶ ἀπέλυσε πρὸ δώδεκα καλανδῶν Κουιντιλίων. |