Josephus, Ant. Iud., XIV, 10, 13 (
Reinach, Paris, 1900 ).
|
<228> ... Λεύκιος
δὲ Λέντλος ὕπατος εἶπεν: πολίτας Ῥωμαίων Ἰουδαίους ἱερὰ Ἰουδαικὰ ἔχοντας
καὶ ποιοῦντας ἐν Ἐφέσῳ πρὸ τοῦ βήματος δεισιδαιμονίας ἕνεκα στρατείας
ἀπέλυσα πρὸ δώδεκα καλανδῶν Ὀκτωβρίων Λευκίω Λέντλω Γαίω Μαρκέλλω ὑπάτοις.
<229> παρῆσαν Τίτος Ἄμπιος Τίτου
υἱὸς Βάλβος Ὁρατία πρεσβευτής, Τίτος Τόνγιος Τίτου υἱὸς Κροστομίνα,
Κόιντος Καίσιος Κοίντου, Τίτος Πομπήιος Τίτου Λογγῖνος, Γάιος Σερουίλιος
Γαίου υἱὸς Τηρητίνα Βράκκος χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου Ἐτωρία
<Γάλλος>, Γάιος Σέντιος Γαίου Υἱὸς Σαβατίνα. |