EPISTULA IULII ANTONII PROCONSULIS ASIAE AD EPHESIOS PRO IUDAEIS
   
Letter of Antony on Jewish rights
 
(
 About 9-6 BC 
)
 

 
Josephus, Ant. Iud., XVI, 6, 7
( Reinach, Paris, 1900 ).
  

 
<172> Οὐδὲν ἧττον καὶ Ἰούλιος Ἀντώνιος ἀνθύπατος ἔγραψεν « Ἐφεσίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. Οἱ ἐν τῇ Ἀσίᾳ κατοικοῦντες Ἰουδαῖοι εἰδοῖς Φεβρουαρίοις δικαιοδοτοῦντί μοι ἐν Ἐφέσῳ ὑπέδειξαν Καίσαρα τὸν Σεβαστὸν καὶ Ἀγρίππαν συγκεχωρηκέναι αὐτοῖς χρῆσθαι τοῖς ἰδίοις νόμοις καὶ ἔθεσιν, ἀπαρχάς τε, ἃς ἕκαστος αὐτῶν ἐκ τῆς ἰδίας προαιρέσεως εὐσεβείας ἕνεκα τῆς πρὸς τὸ θεῖον ἀΝακομιδῆς συμπορευομένους ποιεῖν ἀνεμποδίστως. <173> ᾔτουν τε, ὅπως κἀγὼ ὁμοίως τοῖς ὑπὸ τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα δοθεῖσιν τὴν ἐμὴν γνώμην βεβαιώσω. ὑμᾶς οὖν βούλομαι εἰδέναι ἐν τοῖς τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα βουλήμασιν συνεπιτρέπειν αὐτοῖς χρῆσθαι καὶ ποιεῖν κατὰ τὰ πάτρια χωρὶς ἐμποδισμοῦ. »
 

Traduction française