|
EPISTULA
LUCII CORNELII SCIPIONIS EIUSQUE FRATRIS AD HERACLEOTAS AD LATMUM Letter of Manlius on the freedom of Heraclea ( 190 BC ) |
( R. K. Sherk, Roman Documents from the Greek East, Baltimore, 1969, pp. 217-218, n. 35 ). |
|
[Λεύκιος
Κορνήλιος Σκιπίω]ν στρατηγὸς ὕπατος Ῥωμαίων | [καὶ Πόπλιος Σκιπίων ἀδελ]φ̣ὸς
Ἡρακλεωτῶν τῆι βουλῆι καὶ τῶι δή-|[μωι χαίρειν·] ἐνέ[τυχον] ἡμῖν οἱ
παρ’ ὑμῶμ πρέσβεις Διᾶς, Διῆς, Διονύ-|[σιος, - -]άμ[αν]δρος,
[Εὔ]δημος, Μόσχος, Ἀριστείδης, Μένης, ἄνδρες κα-|[λοὶ κἀγαθοὶ] οἳ τό
τε [ψήφ]ισμα ἀπέδωκαγ καὶ αὐτοὶ διελέγησαν ἀκολού-|[θως τοῖ]ς ἐν τῶ[ι
ψη]φίσματι κατακεχωρισμένοις οὐδὲν ἐλλείποντες | [φιλοτι]μίας· ἡμ[εῖ]ς
δὲ πρὸς πάντας τοὺς Ἕλληνας εὐνόως διακείμεν[οι] | [τυγχά]νομεγ καὶ
πειρασόμεθα, παραγεγονότων ὑμῶν εἰς τὴν ἡμετέρα[μ] | [πίστιμ,] πρόνοιαμ
ποιεῖσθαι τὴν ἐνδεχομένην, ἀεί τινος ἀγαθοῦ παρα[ί]-|[τιοι γεν]όμενοι·
συγχωροῦμεν δὲ ὑμῖν τήν τε ἐλευθερίαγ καθότι καὶ | [ταῖς ἄ]λλαις πόλεσιν,
ὅσαι ἡμῖν τὴν ἐπιτροπὴν ἔδωκαν, ἔχουσιν ὑ[φ’] | [αὑτοὺς πά]ντα τὰ αὐτῶμ
πολιτεύεσθαι κατὰ τοὺς ὑμετέρους νόμους, | [καὶ ἐν τ]οῖς ἄλλοις πειράσομεθα
εὐχρηστοῦντες ὑμῖν ἀεί τινος ἀγαθοῦ | [παραίτ]ιοι γίνεσθαι· ἀποδεχόμεθα
δὲ καὶ τὰ παρ’ ὑμῶμ φιλάνθρωπα καὶ τὰς | [πίστεις, κ]αὶ αὐτοὶ δὲ πειρασόμεθα
μηδενὸς λείπεσθαι ἐγ χάριτος ἀποδόσει· | [ἀπεστά]λκαμεν δὲ πρὸς ὑμᾶς
Λεύκιον Ὄρβιον τὸν ἐπιμελησόμενον τῆς | [πόλεως κ]α[ὶ] τῆς χώρας ὅπως
μηδεὶς ὑμᾶς παρενοχλῆι. ἔρρωσθε. |
|