EPISTULA P. SERVILII GALBAE PROCONSULIS ASIAE AD MILESIOS
     
On Jewish rights
 
(
 About 45 BC 
)
 

 
Josephus, Ant. Iud., XIV, 10, 21 ( Reinach, Paris, 1900 ).
  

 
<244> Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς Γάλβας ἀνθύπατος Μιλησίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. <245> Πρύτανις Ἑρμοῦ υἱὸς πολίτης ὑμέτερος προσελθών μοι ἐν Τράλλεσιν ἄγοντι τὴν ἀγόραιον ἐδήλου παρὰ τὴν ἡμετέραν γνώμην Ἰουδαίοις ὑμᾶς προσφέρεσθαι καὶ κωλύειν αὐτοὺς τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ τὰ πάτρια τελεῖν καὶ τοὺς καρποὺς μεταχειρίζεσθαι, καθὼς ἔθος ἐστὶν αὐτοῖς, αὐτόν τε κατὰ τοὺς νόμους εὐθυνκέναι τὸ <δίκαιον> ψήφισμα. <246> βούλομαι οὖν ὑμᾶς εἰδέναι, ὅτι διακούσας ἐγὼ λόγων ἐξ ἀντικαταστάσεως γενομένων ἐπέκρινα μὴ κωλύεσθαι Ἰουδαίους τοῖς αὐτῶν ἔθεσι χρῆσθαι.
 

Traduction française          English translation