|
EPISTULA
PROCONSULIS ASIAE AD CHIOS Letter of a proconsul confirming the privileges of Chios ( AD 5-14 ) |
( Boeckh et al., Corpus Inscriptionum Graecarum, Berlin, 1828-77, n. 2222 ). |
ΜΕΤΑΜΕ[...]ΚΛ̣[... 8 ....
ἐντ]ευχθεὶς ὑπ’ Ἀ[..... 12 .....]ΚΩ[—] | Σταφύλου
ὑπαρχόντων πρὸς τοὺς Χείων πρέσβεις ἀναγεινωσ[κόν]-|των ἐπιστολὴν Ἀντιστίου
Οὐέτερος τοῦ πρὸ ἐμοῦ ἀνθυπάτ[ου,] | ἀνδρὸς ἐπιφανεστάτου, κατακολουθῶν
τῇ καθολικῃ μου [προ]-|θέσει τοῦ τ̣η̣[ρ]εῖν τὰ ὑπὸ τῶν πρὸ ἐμοῦ ἀνθυπάτων
γραφέντα̣, [φυ]-|λάττειν καὶ τὴν ὑπὲρ τούτων φερομένην ἐπιστολὴν Οὐέτε[ρος]
| εὔλογον ἡγησάμην· ὕστερον δὲ ἑκατέρου μέρους ἐξ ἀντικα[τα]-|στάσεως
περὶ τῶν κατὰ μέρος ζητημάτων ἐντυχόντος διήκ[ου]-|σα,
καὶ κατὰ τὴν ἐμὴν συνήθειαν
παρ’ ἑκατέρου μέρους ἐπιμελ[έσ]-|τερα γεγραμμένα ᾔτησα ὑπομνήματα·
[ἃ λ]αβὼν, καὶ κατὰ τὸ ἐπιβ̣[άλ]-|λον ἐπιστήσας, εὗρον τοῖς μὲν χρόνοις
ἀρχαιότατον δόγμα[τος] | συνκλήτου ἀντισφράγισμα, γεγονότος Λουκίῳ
Σύλλᾳ τὸ δε[ύτε]-|ρον
ὑπάτωι, ἐν ᾧ μαρτυρηθεῖσι
τοῖς Χείοις, ὅσα ὑπὲρ Ῥωμαίων διέ̣[θη]-|κάν τε Μιθριδάτην ἀνδραγαθοῦντες
καὶ ὑπ’ αὐτοῦ ἔπαθον, ἡ σύν̣κ̣[λη]-|τος εἰδικῶς ἐβεβαίωσεν, ὅπως νόμοις
τε καὶ ἔθεσιν καὶ δικαίοις χ[ρῶν]-|ται ἃ ἔσχον ὅτε τῇ Ῥωμαίων φιλίᾳ
προσῆλθον, ἵνα τε ὑπὸ μηθ’ ᾡτινι[οῦν] | τύπῳ ὧσιν ἀρχόντων ἢ ἀνταρχόντων,
οἵ τε παρ’ αὐτοῖς ὄντες Ῥωμ̣[αῖ]-|οι τοῖς Χείων ὑπακούωσιν νόμοις· Αὐτοκράτορος
δὲ θεοῦ υἱοῦ Σ[ε]-|βαστοῦ, τὸ ὄγδοον ὑπάτου, ἐπιστολὴ<ν> πρὸς
Χείους, γράφοντ[ος ὡς, ἐπειδὴ] | [.... 11 .....]Ρ̣[.]ΕΙΝ̣
ἀμφι[... 7 ...] τῆς περὶ τὴν πόλιν ἐλευθ[ερίας] |
(continuation lost) |
|