|
EPISTULA
G. AQUILII PROCULI PROCONSULIS ASIAE AD EPHESIOS Letter of Gaius Aquilius Proculus on an Ephesian endowment ( AD 104 ) |
( H. Wankel, Die Inschriften von Ephesos, Ia, Bonn, 1979, n. 27 C ). |
[ἐπὶ
πρυτ]άνεως Τιβ(ερίου) | [Κλαυδίου Ἀντι]πάτρου Ἰου̣λιανοῦ, | [μηνὸς]
Ποσειδεῶνος. | [Ἀκουίλλιος Πρόκλος, ὁ λαμπρό]τατος, Ἐφεσ[ί]ων ἄρχ<ο>υσι,
| [βουλῇ, δήμῳ] χαίρειν. | [Οὐείβιον Σαλουτάριον ὄντ]α τοῖς
τε ἄλ[λο]ις πᾶσι[ν] | [πολείτην ἄριστον καὶ πρό]τερον ἐν πολλ̣[ο]ῖς
τῆς ἑαυ-|[τοῦ φιλοτειμίας πολλά τε καὶ οὐ]χ ὡς ἔτυχεν π[αρε]σχημένον
| [παραδείγματα εἰδώς, ὥσπερ] ἦν ἄξιον, ἐν τοῖς [οἰκ]ειοτάτο̣[ι]ς |
[ἡμῶν εἶχον φίλοις· νῦν δέ, ἐ]πεὶ τὴν μὲν πόλ[ιν προῄ]ρηται | [μεγίστοις
τε καὶ ἀξιολογω]τάτοις δώροι̣[ς
κοσ]μῆσαι με-|[γαλοπρεπῶς εἰς τειμὴν
τῆς] τε ἐπιφανε̣[στάτη]ς καὶ μεγίσ-|[της θεᾶς Ἀρτέμιδος καὶ το]ῦ̣ οἴκου
[τῶν Σεβασ]τ̣ῶν καὶ τῆς | [ὑμετέρας πόλεως, τοῖς δὲ πολείταις εἰς διανο]μ̣ὰς
καὶ κλή-|[ρους καθιέρωκε δην(άρια) δισμύρια, νομίζω καὶ ὑμᾶς,] ἐφ’ οἷς
ἤδη | [πεποίηκεν ὑμεῖν καὶ νῦν ἐπανγέλλεται ἀγαθοῖ]ς, χρῆναι τῇ τε |
[φιλοτειμίᾳ αὐτοῦ ἀνταποδοῦναι καὶ τῇ εὐμεν]είᾳ, ἃ πρὸς | [τειμὴν αὐτοῦ
ἐψηφίσατε. συνήδομαι δ’ ὑμεῖν εἰς τὸ ἐπαι]νέσαι τε τὸν | [ἄνδρα καὶ
ἀξιῶσαι αὐτὸν δικαίας παρ’ ἡμεῖ]ν̣ μαρτυρίας | [πρὸς τὸ καὶ πλείους
γενέσθαι τοὺς κατὰ τὰ] δυνατὰ προ-|[θυμουμένους εἰς τὰ ὅμοια. τὰ δὲ
ὑπ’ αὐτοῦ καθιε]ρούμενα χρή-|[ματα καὶ τὰ ἀπεικονίσματα τῆς θεοῦ καὶ
τὰ]ς̣ εἰκόνας η τισ | [—] | [. . c.7 . .]χε[. . . . c.12 . . . .]αισ[—]
| [.]εταιονδε[. . . c.10 . . .]εχρησ[—]
| [.]ε οὐδένα β[ούλομαι νυ]νὶ τρόπ[ῳ οὐδενὶ οὔτε παρευρέσει οὐ]-|[δ]εμιᾷ
μετ[αθεῖναι ἢ π]αραλλά[ξαι τι τῶν ὑπ’ αὐτοῦ διατεταγμέ]-|[ν]ων· εἰ δ[έ
τις ἐπι]χειρήσ̣ει ἢ λῦσ[αι ἢ παραλλάξαι τι τῶν] | [ὑ]φ’ ὑμῶ[ν διὰ το]ύτου
το̣[ῦ ψηφίσματος κυρωθησομένων] | [ἢ] εἰσ[ηγ]ή̣σασθαί τι τοιοῦ̣τ̣ο̣ν̣
[πειράσει, ὑποκείσθω εἰς προσ]-|[κ]όσ[μ]η̣σιν τῆς κυρίας Ἀρτέμιδ[ος
δη(ναρίοις) βʹ Μ ͵ε καὶ εἰς τὸν ἱε]-|[ρ]ώτατον φίσκον ἄλλοις δη(ναρίοις)
δισμυρίοις πεντακισχειλίοις καὶ] | [οὐ]δὲν ἔλαττον ἔστω ἄκυρον ἅ[παν
τὸ παρὰ τὴν] καθιέ̣[ρωσιν. συν]-|[ή]δο{ι}μ<α>ι δὲ αὐτῷ εἰς τὸ
πᾶσιν [νῦν φανερὰν γενέ]σθαι τή̣[ν] | [τ]ε πρὸς τὴν θεὸν εὐσέβειαν̣
[καὶ τὴν πρὸς τοὺς Σ]ε̣βαστοὺ[ς] | [κ]αὶ τὴν πρὸς τὴν πόλιν εὐ[μένειαν
αὐτοῦ ἐν τ]ῷ̣ θεάτρῳ. | ἔρρ[ωσθε.] |
|