|
EDICTUM
PROCONSULIS ASIAE DE FESTIS DIEBUS EPHESIORUM Edict of Caius Popilius Carus Pedo confirming practise of predecessors making the days of the Artemisia holidays ( AD 162-164 ) |
( H. Wankel, Die Inschriften von Ephesos, Ia, Bonn, 1979, n. 24 A ). |
[Γ(άϊος)
Πο]πίλλιος Κᾶρος Πέδω[ν] | ἀνθύπατος λέγει· | [ἔ]μαθον ἐκ τοῦ πεμφθέντος
[πρός] | με ψηφίσματος ὑπὸ τῆς λαμπροτ[ά]-|της Ἐφεσίων βουλῆς τοὺς πρὸ
ἐμ[οῦ] | κρατίστους ἀνθυπάτους ἱε[ρὰς] | νομίσαι τὰς ἡμέρας τῆς π[α]νη̣[γύρεως]
| τῶ̣ν Ἀρτε̣[μισίων] καὶ τοῦτο διατά-|γματι δεδηλωκέναι· ὅθεν ἀναγκαῖ-|ον
ἡγησάμην καὶ αὐτὸς ἀποβλέ-|πων εἴς τε τὴν εὐσέβειαν τῆς θεοῦ̣ | καὶ
εἰς τὴν τῆς λαμπροτάτης Ἐφε-|σίων πόλεως τειμὴν φανερὸν ποι-|ῆσαι διατάγματι
ἔσεσθαι τὰς ἡμέρας | ταύτας ἱερὰς καὶ τὰς ἐπ’ αὐταῖς ἐκε-|χ̣ειρίας φυλαχθήσεσθαι·
προεστῶ-|τος τῆς πανηγύρεως | Τίτου Αἰλίου Μαρκιανοῦ Πρίσκου | τοῦ ἀγωνοθέτου,
ὑοῦ Αἰλίου | Πρίσκου, ἀνδρὸς δοκιμωτάτου καὶ | πάσης τειμῆς καὶ ἀποδοχῆς
ἀξίου. |
|