|
EPISTULA
PROCONSULIS ASIAE L. VENULEII APRONIANI AD EPHESIOS Letter of L. Venuleius Apronianus concerning the celebrations of birthday of Antoninus Pius ( AD 138-139 ) |
( H. Wankel, Die Inschriften von Ephesos, Ia, Bonn, 1979, n. 21 II ). |
Οὐενουλήϊος
Ἀπρωνιανὸς ἀνθύπατο[ς] | Ἐφεσίων ἄρχουσι, βουλῇ, δήμῳ χαίρε[ιν·] | ἀεὶ
καὶ μᾶλλον ἐπι[δ]είκνυσθε τὴν πρὸ̣[ς τὸν] |
μέγιστον αὐτοκρ[ά]τορα ἡμῶν Α̣ἴλι[ον] | Ἀντωνεῖνον
Σ[ε]β̣αστὸν εὐ[σέβειαν] | [τῇ τε πάσῃ γν]ώμῃ
τῆς λαμπ[ροτάτης] | [πόλεως ὑμ]ῶν καί νῦν ψηφισά[μενοι ἐν] | τ̣[αῖς
εὐτυχε]στάταις ἡμεῖν καί αἰῶν[ι παντὶ] | αὐτοῦ̣ γ̣[εν]εθλίαις ἡμέραις
καὶ θέας ἡ[μερῶν] | πέντε ἐπιτελεῖν καὶ διανομὴν τοῖς | πολείταις ἐκ
τῶν καλουμένων εἰς τὰς | θυσίας ἑκάστῳ δηνάριον διδόναι· καὶ | ταῦτα
μὲν ὑμεῖν ὀρθῶς καὶ καλῶς, ὥσπερ ἂ̣[ν] | ε<ἰ> αὐτὸς εἰσηγησάμενος
{ε}ἔτυχ<ο>ν, | νενομοθετήσθω· ἐρρῶσθαι ὑμᾶς εὔχομαι. |
|