EDICTUM PROCONSULIS PAULLI FABII PERSICI AD EPHESIOS
   
Edict of Persicus concerning the Temple of Artemis and other religious matters
   
~ 2nd copy ~
  
( AD 44 )
 

 
H. Wankel, Die Inschriften von Ephesos, Ia, Bonn, 1979, n. 18 + Add. p. 1 ).
 

 
a.
Τ̣ι̣βε̣ρ̣ί̣ου Κλαυδίου Καίσαρος Σεβαστοῦ [Γερμανικοῦ προτρέ]-|ψαντος αὐτοῦ ἐπίκριμα συμφέρον τῆι [τε Ἐφεσίων πόλει καὶ] | ὅλῃ τῆι ἐπαρχείαι· ὃ ἐν Ἐφέσῳ προέθηκ[εν καὶ πρὸ εʹ Καλ(ανδῶν)] | Ἀπρειλίων ἀναγραφῆναι ἐν στήλληι προε[νοήθη·] | ἐν ταύτῃ διὰ παντὸς τῇ ὑπολήψει ὑπάρχων [πρὸ πάντων] | τοὺς τῶν ἐπαρχιῶν προεστῶτας ἄρχοντα[ς μετὰ πάσης] | εὐσταθείας καὶ πίστεως δεῖν ἐπιμέλεσθα[ι τῆς ἐγκεχει]-|ρισμένης αὐτοῖς ἀρχῆς, ὥστε τοῦ διηνεκῶς κ[αὶ ἀεὶ κατὰ] | τὸν βίον χρησίμου τοῦ τε καθ’ ὅλην τὴν ἐπαρχεί[αν τοῦ τε] | κατὰ πόλιν προνοεῖν, ἀλλὰ μὴ τοῦ ἰδίου ἐνιαυτοῦ μό[νον,] | ἥδειον ὅμως ὁμολογῶ{ι} πρὸς ταύτην ἐπιτετάσθα[ι τὴν] | γνώμην τῶι ὑποδείγματι τοῦ κρατίστου καὶ ἀλ[η]-|θῶς δικαιοτάτου ἡγεμόνος, ὃς πᾶν τὸ τῶν ἀνθρώ-|πων γένος εἰς τὴν ἰδίαν ἀνα<δε>δε{ι}γμένος κηδεμονί-|αν ἐν τοῖς πρώτοις καὶ πᾶσιν ἡδίστοις φιλανθρώ-|ποις καὶ τοῦτο κεχάρισ<τ>αι τὸ τὰ ἴδια ἑκάστωι ἀπο-|κατασταθῆναι. | διόπερ φορτικὴν μὲν ἐπίγνωσιν ἀνεδεξάμην, | ἀναγκαίαν δὲ τῇ λαμπροτάτηι Ἐφεσίων πόλει | (at least 16 lines missing)
b.
[πολλαὶ γὰρ θεῖαι οἰκίαι ἢ διὰ πυρὸς διεφθαρμέναι ἢ διὰ] | συμπτώσεως ἀμόρφως εἰσὶν κατερριμμέναι, τό | τε τῆς Ἀρτέμιδος αὐτῆς ἱερόν, ὃ τῆς ἐπαρχείας | ὅλης ἐστὶν κόσμος καὶ {ὃ} διὰ τὸ τοῦ ἔργου μέγεθος | καὶ διὰ τὴν τοῦ περὶ τὴν θεὸν σεβασμοῦ ἀρχαιότ<η>τ<α> | καὶ διὰ τὴν τῶν προσόδων ἀφθονίαν τῶν ὑπὸ τοῦ | Σεβαστοῦ ἀποκατασταθεισῶν τῇ θεᾷ, στέρεται | τῶν ἰδίων χρημάτων,  ἃ  καὶ  εἰς  ἐπιμέλειαν  καὶ  εἰς | κόσμον  τῶν ἀναθημάτων ἐξαρκεῖν ἐδύ<νατο>· περισπᾶ-|ται γὰρ εἰς τὴν ἄδικον ἐπιθυμίαν τῶν οὕτως τοῦ κοι-|νοῦ προϊσταμένων, ὡς ἑαυτοῖς λυσιτελεῖν νομίζου-|σιν· ὁσάκις τε γὰρ ἂν ἀπὸ Ῥώμης ἱλαρωτέρα ἔλθῃ | ἀγγελία, ταύτῃ πρὸς τὸν ἴδιον ἀποχρῶνται πορισ-|μὸν τό τε σχῆμα τῆς θείας οἰκίας προκάλυμμα | ποιούμενοι τὰς ἱερωσύνας ὥσπερ ἐν ἀπαρτεί-|ᾳ πιπράσκουσιν καὶ ἐκ παντὸς γένους ἐπὶ τὴν | ὠνὴν αὐτῶν συνκ<α>λοῦσιν ἀνθρώπους, εἶτα οὐκ ἐγλέ-|γονται τοὺς ἐπιτηδειοτάτους, ὧν ταῖς κεφαλαῖς | ὁ πρέπων  ἐπιτεθήσεται  στέφανος·  προσόδους | [τε  ὁρ]ί̣ζουσιν  τοῖς ἱερωμένοις, ὅσας ἂν οἱ λαμβάνον-|[τες θε]λ̣ήσωσιν, ἵνα ὡς πλεῖστον αὐτοὶ νοσφί̣ζωνται̣. | (block layer of unknown height missing)
c.
[οὐ γὰρ χρὴ τοὺς τὰς ἱερωσύνας ὠνοῦντας τοιαῦτα ὑ]-|πομένειν ἀναλώ[ματα, ὅπως ἀξιωθή]σεται τῆς | παρὰ τοῦ δήμου [τειμῆς ἀεὶ ὁ εἰς αὐτ]ὴν ἐπιτηδειό-|τατος· ὑπέρμε[γα δὲ πόλεως χρέος διὰ τ]οῦ ἐπικρίμα-|τος τούτου πε̣[ρικόπτειν προσῆκο]ν· ἐπεὶ τὴν ἀ-|πόδοσιν τῶν χρη[μάτων δυσχερέ]α τῆι πόλει ἢ | παντελῶς ἀδύνατον ο[ἶδα, ἐὰν ἀπ]αριθμεῖν νῦν | ἀνανκάζηται, ἃ παρὰ τῶν ὠνησαμένων ἐλαβ<ε>ν | οὐδὲν πλέον παρέχεσθαι τοῖς ἱερεῦσιν τὴν πόλιν | ἀρέσκει <ἢ> ἑκατοστὴν τῆς δεδομένης τότε τειμῆς | κατὰ τὴν Οὐηδίου Πωλλίωνος διάταξιν τὴν καὶ ὑπὸ | τοῦ θεοῦ Σεβαστοῦ συνφυλαχθεῖσαν· διδόναι δέ τι̣ | τῇ βουλῇ τοὺς ἱερεῖς ἢ πάλιν ἐν μέρει παρ’ αὐτῆς λαμ-|βάνειν οὐκ ἀρέσκει μοι. ὁμοίως ὅσοι ὄντες ἐ-|λεύθεροι δούλων δημοσίων ὑπηρεσίαν παρέχον-|ται καὶ περισσῇ δαπάνῃ φορτίζουσιν τὰ κοινά, ἀπο-|λυθῆναι ὀφείλειν δοκοῦσιν ὑποσταθέντων εἰς | τὸν τόπον τῆς ὑπηρεσίας αὐτῶν δούλων δημοσί-|ων. ὁμοίως δημοσίους δούλους, οἵτινες λέγονται | βρέφη τοῦ τυχόντος διαφόρου ὠνούμενοι τῇ Ἀρτέμιδι κα-|θιεροῦν, ἵν’ ἐκ τῶν προσόδων αὐτῆ<ς> τρέφωνται οἱ δοῦλοι αὐ-|τῶν, ἀρέσκει τοῖς ἰδίοις δούλοις αὐτοὺς παρέχειν τρο-|φάς. ὁμοίως τοὺς ἱερονείκας, ὅσοι ἱεροὶ τῆς Ἀρτέμιδος | (some 12 lines missing)
d.
[— ταῦτα δανείζεσθαι τούτῳ τῷ] | νόμωι, ᾧ κατελείφθη{ι}, ἀρέσκει καὶ μὴ ὑπὸ̣ [τῶν ἀρχό]ν̣των εἰς ἄλ-|λας χρείας καὶ δαπάνας μετάγεσθαι. ὁμοίως εἰς τοὺς πεντα-|ετηρικοὺς ἀγῶνας μὴ πλεῖον <ἀναλίσκεσθαι δηναρίων> τετρακισχειλίων πεντακοσίων | κατὰ τὴν Οὐηδίου Πωλλίωνος διάταξιν. ὁμοίως τοὺς ὑ-|μνωδοὺς ἀρέσκει, εἰς οὓς οὐκ ὀλίγον μέρος τῶν τῆς πόλεως | άναλίσκεται προσόδων, τῆς ὑπηρεσίας ταύτης ἀπολυθῆ-|ναι, τοὺς ἐφήβους δέ, ὧν καὶ ἡ ἡλικία καὶ ἡ ἀξία καὶ ἡ πρὸς τὸ | μαθεῖν ἐπιτηδειότης τοιαύτηι ἁρμόζει μᾶλλον λειτουρ-|[γ]ίᾳ, ταύτην χωρὶς ἀργυρίου παρέχεσθαι τὴν χρείαν. ἵνα | [μ]έντοι <μὴ> δόξω πᾶσιν τοῖς πανταχοῦ ὑμνωδοῖς τοῦτο πε-|[π]οιηκέναι τ<ὸ> πρόκριμα,  ὑπεξαιροῦμαι  τοὺς  ἐν  Περγάμωι | α̣ὐτὸν τὸν θεὸν Σεβαστὸν ὑμνοῦντας ἐν τῶι ὑπὸ τῆς Ἀσ[ί]-|ας καθιερωμένωι τεμένει, ὧν ἡ πρώτη σύνοδος οὐκ ἐπίμισθ[ος] | συνήχθη, ἀλλὰ ἐθελούσιος καὶ χωρὶς ἀργυρίου· διὸ καὶ ὁ θεὸς | Σεβαστὸς τὰ μετὰ ταῦτα ψηφισθέντα φιλάνθρωπα αὐτοῖς | εἰς τὴν διαδοχὴν τῶν ἐξ ἐκείνων γεννωμένων ἐτήρησε, ἐξο-|διάζεσθαί τε τὸ εἰς αὐτοὺς ἀνάλωμα οὐχ ὑπὸ μόνων Περγα-|μηνῶν, ἀλλὰ ὑπὸ τῆς Ἀσίας ὅλης ἐκέλευσεν, λογισάμενος | βαρεῖαν ἔσεσθαι μιᾷ πόλει τὴν τοιαύτην εἰσφοράν. ἠλευθερωμέ-|νην μέντοι τὴν Ἐφεσίων πόλιν τοῦ δαπανήματος τούτου | καὶ μετενηνεγμένης τῆς ὑπηρεσίας κατὰ τὴν αὐτῶν γνώ-|μην ἐπὶ τοὺς ἐφήβους προνοεῖν δεήσει, ὅπως ἐπιμελῶς | καὶ μετὰ τῆς καθηκούσης φροντίδος οἱ ἔφηβοι τελῶσιν τὴν χρεί-|αν, ὡς πρέπει τοὺς τὸν θεῖον οἶκον ὑμνοῦντας. ἐπεὶ δὲ | ἡ πάλαι ὀφειλομένη ἰσουράνιος τειμὴ Ἰουλίᾳ Σεβαστ̣[ῇ]
 

 
►  Bibliography
 
 
Keil, JÖAI, 23, 1926, pp. 280-286 ; Robert, BCH, 53, 1929, p. 151 ; Hondius, Supplementum Epigraphicum Graecum, IV, Leiden, 1929-30, n. 516 ; Robert, BCH, 57, 1933, p. 468 ;
Dörner, Der Erlass des Statthalters von Asia Paullus Fabius Persicus, Greifswald, 1935 ; Bourne, Coleman-Norton & Johnson, Ancient Roman Statutes, Austin, 1961, pp. 141-142, n. 171 ; Smallwood, Documents Illustrating the Principates of Gaius, Claudius, and Nero, Cambridge, 1967, n. 380 ; Cébeillac, Les quaestores principis candidati aux Ier et IIe siècles de l'empire, Milano, 1972, n. 14 ; Girard & Senn, Les lois des Romains, Napoli, 1977, p. 336 ; Wankel, Die Inschriften von Ephesos, Ia, Bonn, 1979, n. 18 + Add. p. 1 ; Debord, Aspects sociaux et économiques de la vie religieuse dans l'Anatolie gréco-romaine, Leiden, 1982, p. 361 ; Ando, Imperial ideology and provincial loyalty in the Roman Empire, Berkeley-Los Angeles-London, 2000, p. 169.
 
 
►  Source : Inscription discovered at Ephesus, Turkey, in 1926.