EPISTULA
T. QUINCTII FLAMININI CONSULIS AD CHYRETIENSES Restoration of the lands confiscated to the Chyretiaeans ( 197-194 BC ) |
( O. Kern, Inscriptiones Graecae, IX, 2, Berlin, 1908, n. 338 ). |
Τίτος
Κοΐνκτιος στρατηγὸς ὕπατος Ῥωμαίων Κυρετιέων | τοῖς ταγοῖς καὶ τῆι πόλει
χαίρειν· ἐπεὶ καὶ ἐν τοῖς λοιποῖς πᾶσιν | φανερὰν πεποήκαμεν τήν τε
ἰδίαν καὶ τοῦ δήμου τοῦ Ῥωμαίων | προαίρεσιν ἣν ἔχομεν εἰς ὑμᾶς ὁλοσχερῶς,
βεβουλήμεθα κα[ὶ] | ἐν τοῖς ἑξῆς ἐπιδεῖξαι κατὰ πᾶν μέρος προεστηκότες
| τοῦ ἐνδόξου, ἵνα μηδ’ ἐν τούτοις ἔχωσιν ἡμᾶς κατα-|λαλεῖν οἱ οὐκ ἀπὸ
τοῦ βελτίστου εἰωθότες ἀνα-|στρέφεσθαι. ὅσαι γάρ ποτε ἀπολείπονται κτήσεις
| ἔγγειοι καὶ οἰκίαι τῶν καθηκουσῶν εἰς τὸ δημόσιον | τὸ Ῥωμαίων, πάσας
δίδομεν τῆι ὑμετέραι πόλει, | ὅπως καὶ ἐν τούτοις μάθητε τὴν καλοκἀγαθίαν
ἡμῶν | καὶ ὅτι τελέως ἐν οὐθενὶ φιλαργυρῆσ[α]ι βεβουλήμεθα, | περὶ πλείστου
ποιούμενοι χάριτα καὶ φιλοδοξίαν. ὅσοι μέν-|τον μὴ κεκομισμένοι εἰσὶν
τῶν ἐπιβαλλόντων αὐτοῖς, | ἐὰν ὑμᾶς διδάξωσιν καὶ φαίνωνται εὐγνώμονα
λέ-|γοντες στοχαζομένων ὑμῶν ἐκ τῶν ὑπ’ ἐμοῦ γεγραμ-|μένων ἐγκρίσεων,
κρίνω δίκαιον εἶναι ἀποκαθίστασ-|θαι αὐτοῖς. | ἔρρωσθε. |
► Source : Stone of white marble found near the village of Demeniko, Greece, in 1815. |