Josephus, Ant. Iud., XIV, 10, 8 ( Reinach, Paris, 1900 ).
|
<213> Ἰούλιος
Γάιος ὑιοσο στρατηγὸς ὕπατος Ῥωμαίων Παριανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν.
ἐνέτυχόν μοι οἱ Ἰουδαῖοι ἐν Δήλῳ καί τινες τῶν παροίκων Ἰουδαίων παρόντων
καὶ τῶν ὑμετέρων πρέσβεων καὶ ἐνεφάνισαν, ὡς ὑμεῖς ψηφίσματι κωλύετε
αὐτοὺς τοῖς πατρίοις ἔθεσι καὶ ἱεροῖς χρῆσθαι. <214> ἐμοὶ
τοίνυν οὐκ ἀρέσκει κατὰ τῶν ἡμετέρων φίλων καὶ συμμάχων τοιαῦτα γίνεσθαι
ψηφίσματα καὶ κωλύεσθαι αὐτοὺς ζῆν κατὰ τὰ αὐτῶν ἔθη καὶ χρήματα εἰς
σύνδειπνα καὶ τὰ ἱερὰ εἰσφέρειν, τοῦτο ποιεῖν αὐτῶν μηδ' ἐν Ῥώμῃ κεκωλυμένων.
<215> καὶ γὰρ Γάιος Καῖσαρ ὁ ἡμέτερος
στρατηγὸς <καὶ> ὕπατος ἐν τῷ διατάγματι κωλύων θιάσους συνάγεσθαι
κατὰ πόλιν μόνους τούτους οὐκ ἐκώλυσεν οὔτε χρήματα συνεισφέρειν οὔτε
σύνδειπνα ποιεῖν. <216> ὁμοίως
δὲ κἀγὼ τοὺς ἄλλους θιάσους κωλύων τούτοις μόνοις ἐπιτρέπω κατὰ τὰ πάτρια
ἔθη καὶ νόμιμα συνάγεσθαί τε καὶ ἑστιᾶσθαι. καὶ ὑμᾶς οὖν καλῶς ἔχει,
εἴ τι κατὰ τῶν ἡμετέρων φίλων καὶ συμμάχων ψήφισμα ἐποιήσατε, τοῦτο
ἀκυρῶσαι διὰ τὴν περὶ ἡμᾶς αὐτῶν ἀρετὴν καὶ εὔνοιαν. |