Josephus, Ant. Iud., XIV, 10, 3 ( Reinach, Paris, 1900 ).
|
<196> Γαίου
Καίσαρος αὐτοκράτορος ὑπάτου δεδομένα συγκεχωρημένα προσκεκριμένα ἐστὶν
οὕτως ἔχοντα. ὅπως τὰ τέκνα αὐτοῦ τοῦ Ἰουδαίων ἔθνους ἄρχῃ, καὶ τοὺς
δεδομένους τόπους καρπίζωνται, καὶ ὁ ἀρχιερεὺς αὐτὸς καὶ ἐθνάρχης τῶν
Ἰουδαίων προιστῆται τῶν ἀδικουμένων. <197> πέμψαι
δὲ πρὸς Ὑρκανὸν τὸν Ἀλεξάνδρου υἱὸν ἀρχιερέα τῶν Ἰουδαίων καὶ πρεσβευτὰς
τοὺς περὶ φιλίας καὶ συμμαχίας διαλεξομένους: ἀνατεθῆναι δὲ καὶ χαλκῆν
δέλτον ταῦτα περιέχουσαν ἔν τε τῷ Καπετωλίῳ καὶ Σιδῶνι καὶ Τύρῳ καὶ
ἐν Ἀσκάλωνι καὶ ἐν τοῖς ναοῖς ἐγκεχαραγμένην γράμμασιν Ῥωμαικοῖς καὶ
Ἑλληνικοῖς. <198> ὅπως τε τὸ δόγμα
τοῦτο πᾶσι τοῖς κατὰ τὴν πόλιν ταμίαις καὶ τοῖς τούτων ἡγουμένοις Εἴς
τε τοὺς φίλους ἀνενέγκωσιν καὶ ξένια τοῖς πρεσβευταῖς παρασχεῖν καὶ
τὰ διατάγματα διαπέμψαι πανταχοῦ. |