DECRETUM CAII IULII CAESARIS
   
On fortifying Jerusalem and on the remission of taxes
 
(
 44 BC 
)
 

 
Josephus, Ant. Iud., XIV, 10, 5 ( Reinach, Paris, 1900 ).
  

 
<200> Γάιος Καῖσαρ ὕπατος τὸ πέμπτον ἔκρινεν τούτους ἔχειν καὶ τειχίσαι τὴν Ἱεροσολυμιτῶν πόλιν, καὶ κατέχειν αὐτὴν Ὑρκανὸν Ἀλεξάνδρου ἀρχιερέα Ἰουδαίων καὶ ἐθνάρχην ὡς ἂν αὐτὸς προαιρῆται. <201> ὅπως τε Ἰουδαίοις ἐν τῷ δευτέρῳ τῆς μισθώσεως <ἔτει> τῆς προσόδου κόρον ὑπεξέλωνται καὶ μήτε ἐργολαβῶσί τινες μήτε φόρους τοὺς αὐτοὺς τελῶσιν.
 

Traduction française          English translation