EPISTULA
STRATEGI HELIODORI Letter of Heliodoros concerning the disappearance of the donkeys assigned for the transport of grain ( April 19, AD 165 ) |
P. Oxy. XVIII, 2182 ( Duke Data Bank of Documentary Papyri ). |
r |
ἀντίγραφον.
Ἡλιόδωρος στρατηγὸς Ἀρσι(νοίτου) Θεμί-|στου καὶ Πολέμωνος μερίδων Διονυσίωι
| βασιλ(ικῷ) γρα(μματεῖ) διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγί(αν) |
τῷ φιλτάτωι χαίρειν. | εἰ παρῆς τοῦ λαμπροτάτου ἡγεμόνος ἀπειλουμένου
| τοῖς στρατηγοῖς περὶ τῆς τοῦ σίτου κατακομιδῆς, | ὅπως τὰ κτήνη τὰ
ἐν τῷ Ἀρσινοείτῃ ἐκ τῶν ἄλ-|λων νομῶν ἐργαζόμενα πλεῖστα ὅσα πεμφθη-|ναι,
ἐπεξήλθοσαν τοῖς αὐθάδως μετὰ τὴν τοῦ | ἡγεμόνος ἐ̣[γκ]έ̣λ̣ε̣υσιν ἀποστᾶσι
κτηνοτρόφοις. | γράψαντος [δὲ] σοὶ τοῦ κρατίστου ἐπιστρατήγου μηδέ-|να
ἀφίστασ[θαι] τῶν ἐνθάδε πρὶν παρ᾽
ἐμοῦ λαβῶσι | γράμματα π̣[ερ]ὶ̣ τοῦ ἀπηρτικέναι τὴν τοῦ σίτου | καταγωγὴν
καὶ προσθέντος πεμφθῆναι ἐπ᾽
αὐτὸν | μετὰ ἀσφαλείας τοὺς τολμῶντας τοιοῦτον τι ἀπαυ-|θαδίσασθαι τῆς
χρείας πάνυ πᾶσαν ἀνάγκην ὑπερ-|βαλλούσης, ὥστε καὶ διὰ γραμμάτων πολλάκις
| καθολικῶς καὶ κατ᾽
ὄψιν τοῖς στρατηγοῖς τὸν ἡγε-|μόνα ἠπειληκέναι, ἐπεὶ οὖν καίτοι μόνων
| ὄντων ἐνθάδε ἐκ τοῦ ὑπὸ σοὶ νομοῦ ὄνων υια | οἱ πλεῖστοι
ἀπέστησαν ὡς λοιπὰ ἐνθάδε | εἰς σήμερον καταλελεῖφθαι
ρνϚ μεθ᾽
ὧν οἱ ἐ-|π᾽
αὐτῶν τεταγμένοι εὐσχήμονες οὐ τολμήσαν-|τε̣ς ἀποστῆναι παρέμειναν,
ἀναγκαίως σοι δηλώ-|σα̣ς τὰ ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου | Τιτιανοῦ
κελευσθέντα γράφω, ὅπως ἐν ἀσφαλεῖ, | ὡς καὶ ὁ κράτιστος ἐπιστράτηγος
ἔγραψέ σοι, ἀναπέμψῃς | ἐπ᾽
αὐτὸν τοὺς ἀποστάντας, τὸν δὲ ἴσον τῶν ὄνων | ἄριθμον μετ᾽
εὐγνομόνων κτηνοτρόφων δυνα-|μένων παραμεῖναι ἀποστείλῃς εἰς τὸ ἔτι
τοῦ ποταμοῦ | πλεῖσθαι δυναμένου τὴν καταγωγὴν γενέσθαι | ἤδη μὲν τοῦ
ὕδατος ὑπονοστοῦντος, τῆς δὲ χρείας ἐπειγού-|σης τάχιστα τὴν κατακομιδὴν
τοῦ σίτου γενέσθαι. | εἰσὶ δὲ οἱ ὑπὸ τῶν εὐσχη(μόνων) δηλωθέντες ἀποκεχωρη(κέναι)
ὧν ἕνεκε | ἔπεμψα ἐξ αὐτῶν πρός σε Διδ( ) Ἀπολ( ) τοῦ καὶ Σεκούνδου
καὶ Φιλ( ) τὸν κ(αὶ) | Φιλ( ) Διον( ) καὶ Πτολ( ) Ἀπολ( ) τοῦ καὶ Πετε(
). ἐρρῶσθ(αί) σε εὔχομ(αι) φίλ(τατε). (ἔτους) ε | Φαρμοῦθι κδ. |
v |
εἰσὶν
δὲ οἱ ἀποκεχωρη(κότες). | Σιγκεφᾶ κε | Πακέρκη κβ | Φοβώου η | Τῦχιν
Νε(κῶτιν) ε | Νόμου ἐπ(οίκιον) γ | Τόκα Πεενώ ε | Τήεως ιη | Ψώβ(θεως)
κάτω ε | Τακόνα θ | Χύσεως ὄνοι Ϛ |
Σερύφεως κγ | Ὤφεως Ϛ | Σεραπ(ίωνος)
Χαι(ρήμονος) ἐπ(οικίου) ε | Σενέ(πτα) με | Νεμερῶ(ν) ιη | Παλώσεω(ς)
κγ | Σιναρύ ιβ | Ψώβθεω(ς) θ | (γίνονται) ὄνοι [σ]νενε. |
|