EPISTULA
PRAEFECTI AEGYPTI Edict of a prefect of Egypt on taxation ( AD 4th century ) |
P. Oxy. XVII, 2106 = Sel. Pap. II, 227 ( Duke Data Bank of Documentary Papyri ). |
[ - ca. 20 - ]
ἄ[ρχο]υσι καὶ \βουλῇ καὶ/ | [.....]ι .[ - ca. 10 - λο]γιστῇ
Ὀξυρυγχ(ίτου) χαίρειν. | ἡ θεία καὶ [σεβασμία τύχη τ]ῶν δεσποτῶν ἡμῶν
Αὐτοκρα-|τόρων τε κα[ὶ Καισάρων προσ]έταξεν γραμμάτων θείων πρὸς | μὲ
ἀποσταλέ[ντων χρυσὸν] ἀπὸ τῆς ἐπαρχίου συνωνηθῆ-|ναι. φροντὶς ὑ̣μ̣ῖ̣[ν
ἔστω,] τοῦ πράγματος ὑπέρθεσιν | οὐδεμίαν ἐπιδεχομένου, προστέτακται
γὰρ εἴσω δ | τοῦ Θὼθ μη(νὸς) ὁ πᾶς χρυσὸς ἐν Νικομηδίᾳ παρα-|δοθῆναι,
ἐντὸς ἡμερῶν λ, τοῦτ᾽’
ἔστιν εἴσω τῆς | ε τοῦ Μεσορή, καὶ ἐν τούτῳ τὴν καθοσίωσιν τὴν | ὑμετέραν
ἐνδεικνυμένοι<ς>, λη μόνας λί(τρας) ἀπαιτῆσαι | παρ᾽
ἑκάστου κατὰ δύναμιν καὶ ἀγαγεῖν εἰς τὴν λαμ-|πρὰν Ἀλεξανδρέων πόλιν,
δηλαδὴ ταύτας κομιζόν-|των σοῦ τε τοῦ λογιστοῦ καὶ ἑνὸς ἐξ ὑμῶν τοῦ
τὴν | πρώτην τάξιν ἐν τῇ ἀρχῇ ἐπέχοντος, συμβαλ-|λομένων ὑμῖν ἐν τῇ
εἰσφορᾷ ταύτῃ τῶν τε | τὴν τ̣[..].[ο]υσα̣ν̣ ὕλην πραγματευομένων καὶ
τῶν | δυν[α]τ̣[ωτ]ά̣τ̣ω̣ν ὄν̣τ̣ων, οὐκ ἐν̣[ο]χ̣λ̣ουμένων δὲ | τῶν ξέ̣ν̣[ων]
εἰ μὴ ἄρα τὸ ἐφέστ̣[ιον] αὐτόθι κατ-|εστήσαντο καὶ
μηδέπω ἐπολιτεύσατο εὔπο-|ροί τε
ὄντ[ε]ς̣ τυγχάνουσιν, δέκα μυριάδων δη-|λαδὴ ὑπὲ[ρ] ἑκάστης λίτρας ἀριθμουμένων
τοῖς | παρέχου[σ]ιν ὑπὸ τοῦ ἱερωτάτου ταμιείου. καὶ ἵνα | ἐπὶ τῶν τ̣ό̣π̣ων
τὸ τίμημα τούτων ἐξ ἑτοίμου | τούτοις καταβληθείη ἐπέστειλα τῷ κυρίῳ
μου | καὶ ἀδελφῷ τῷ διασημοτάτῳ καθολικῷ ὡς ἂν αὐτὸς | προστάξοιεν τοῖς
ἐπιτρόποις τοῦτο ποιῆσαι. | ἐρρῶσθαι ὑμᾶς εὔχομαι. μεθ᾽
ἃ Ῥωμαικά. |
|