|
EPISTULA
PRAEFECTI AEGYPTI ( Q. AEMILII SATURNINI ? ) Letter of ( Quintus Aemilius Saturninus ? ) concerning oracles ( AD 198-199 ) |
SB XIV, 12144 = P. Coll. Youtie I, 30 ( Duke Data Bank of Documentary Papyri ). |
[ἐντυχὼν
πολλοῖ]ς οἰ̣[ηθ]ε̣ῖσιν μαντείας τρόποις ἐξαπατᾶσθ̣[αι] | [ε]ὐ̣θ̣[έως
ἀναγκ]α̣ῖ̣[ον ἡγη]σάμην περὶ τοῦ μηδένα
κίνδυνο̣[ν] | τῇ ἀ[νο]ί̣ᾳ α̣ὐ[τ]ῶν
ἐπακολουθῆσαι σαφῶς πᾶσιν ἐνταῦθα̣
| διαγ[ορ]ε̣ῦσαι εἴ̣ρ̣[γεσ]θ̣[α]ι̣ τῆς ἐπισφαλοῦς ταύτης περιεργίας.
| μήτ᾽ οὖν διὰ χρη̣[σμῶ]ν ἤτοι ἐνγράφων διὰ γραφῶν ὡς | ἐπὶ τοῦ θείου
διδομένων μήτε διὰ κωμασίας ἀγαλμάτων | ἢ τοιαύτης μαγγανίας
τὰ̣ ὑπὲρ ἄνθρωπόν τις
εἰδένα[ι] | προσποιείσθω καὶ τὴν τῶν μελλόντων
ἀδηλίαν ἐπαγγε̣[λ]-|λέσθω μήτε τοῖς περὶ τ̣[ού]τ̣ου πυνθανομένοις ἑαυτὸν
| ἐπιδιδότω ἢ ὅλως ἀπ[ο]κρινέ̣σ̣θ̣ω. ἐὰν δέ τις τῇ ἐπαγγελίᾳ | ταύτῃ
παραμ̣έ̣ν̣ων [φ]ω̣ραθῇ, πεπείσθω ὅτι τῇ ἐσχά[τ]ῃ| τιμωρίᾳ παραδοθήσεται.
τῆς ἐ[π]ιστολῆς ταύτης τὸ ἀντίγρα-|φον δημοσίᾳ ἔν τε ταῖς μητροπ[ό]λ̣εσιν
καὶ κατὰ κώμην | φανεροῖς καὶ εὐαναγνώστοις
τοῖς γράμμασιν ἕκαστος | ὑμῶν [εἰς
λε]ύ̣κωμ[α] προθεῖ[ν]αι προνοησάτω, καὶ διὰ παν-|τὸς πολυπραγμονείτω
<καὶ> ἐ̣άν τι[ν]α παρὰ τὰ ἀπηγορευμένα | πράσσον<τα> εὕρῃ,
δεδεμ̣[έ]ν̣ο̣ν ἐπὶ τὴν ἐμὴν διάγνωσιν | πεμψάτω· οὐδὲ γὰρ [ὑμῖν] ἀ̣κίνδυνον
ἔσται, εἰ μάθοι | αὖ τοιούτων τινῶν ἐν [τοῖς ὑ]φ᾽ ὑμᾶς νομοῖς περιορωμένων
| ἀλλὰ τὴν ἴσην κόλασι[ν τοῖ]ς̣ σκεπομένοις ὑποστήσεσθε. | ἐκείνων μὲν
γὰρ ἕκα[στος], εἰ καὶ τὰ παρὰ <τὰ> ἀπειρημένα τολμ[ᾷ], | εἷς γέ
ἐστιν, ὁ δὲ μὴ παντ[αχό]θεν αὐτοὺς ἐπ[ι]σχὼν πολλοῖ[ς] | κινδύνου αὐτὸς
αἴτιο[ς γεγ]ένηται. | vac. ? | (hand 2)
(ἔτους) ζ Αὐτοκ̣[ρατόρ]ων Καισάρων Λουκ̣[ίου Σεπτιμίου] Σεουήρου Εὐσεβ[οῦς
Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ] | μεγί[στου καὶ Μάρκου Αὐρηλίου]
Ἀντωνίνου Σεβαστῶ̣[ν .....]...[ - ca. ? - ] |
|