|
EPISTULA
PRAEFECTI AEGYPTI BAIENI BLASSIANI Letter of Quintus Baienus Blassianus to the strategoi ( February 21, AD 168 ) |
SB XIV, 11374 ( Duke Data Bank of Documentary Papyri ). |
[ἀντίγρ]αφον
ἐπιστολῆς. | [Βαιη]νὸς Βλαστιανὸς Φωκέωνι στρα(τηγῷ) Ἀρσινοίτου Θε(μίστου)
καὶ Πολ(έμωνος) μερίδω(ν) χα(ίρειν). | [τὰ] ἐπικεφάλεια
τῶν ἀνακεχωρηκότων ἀπόρων συνήθως | [ἐκ μ]ε̣ρισμοῦ εἰσφερόμενα
συνχωρῶι πρὸς τὸ παρὸν | [ἐπ]ισχεθῆναι, ἵνα οἱ ἐν ἀναχωρήσει ὄντες ἐπανέλθωσι
| εἰς τὴν οἰκίαν καὶ οἱ ὄντες συμμένειν δύνονται | καὶ ὅπως τοῦτο πάντες
εἰδῶσι τῆς ἐπιστολῆς μου | τὸ ἀντὶγραφον προτεθῆναι ἔν τε τῇ μητροπόλει
καὶ | καθ᾽ ἑκάστην κώμην. προσήκει δὲ καὶ σέ μὴ μόνον | ταῖς τῶν πρακτόρων
καὶ τῶν ἄλλων πραγματικῶν | προσφωνήσεσει προσέχειν, ἀλλὰ ἐπιμελῶς ἐ̣ξ̣ε̣τάζε̣[ιν]
| τίνες εἰσὶ οἱ τῷ ὄντι ἀνακε̣χ̣ω̣ρηκό̣τ̣ε̣ς τ̣[ - ca. 1-2 - ]ς̣
| προθέντα καὶ τὴν γραφὴν δημοσίᾳ̣ ἐν τα̣ῖ̣ς κώμαις | ὅθεν ἕκαστοι ἀνεχώρησαν.
εἰ γὰρ πρὸς τὸ παρὸν | ἀναγκαία ἐγένετο ὑπέρθεσις τῆς εἰσπράξεως, ἄλλου
| προνοητέον ἐστίν, μηδὲ ὕστερον τοὺς ἐπι-|χωρίους κατ̣[αβα]ρεῖσθαι
εἰσφοραῖς τῶν οὐκ ἀνακε-|χωρηκότων. | ἐρρῶσθ(αί) <σε> βούλομαι.
| ἔτους) η ὅλων Μεχεὶρ κϚ. |
|