EDICTUM
PRAEFECTI AEGYPTI S. SULPICII SIMILIS Edict of Servius Sulpicius Similus concerning legal procedure ( March 27, AD 111 ) |
P. Oxy. XXXVI, 2754 ( Duke Data Bank of Documentary Papyri ). |
τῶν
ἐπισινῶν ἢ ἄλλαις αἰτίαις ἀπολυθῆναι βουλομένων οἱ κωμογραμματεῖς |
ἔνορκοι τὰ ὀνόματα διδότωσαν τοῦ στρατηγοῦ παρακολουθοῦντος. οἱ δ̣ὲ
πλαστοῖς | vac. ? ὑποδυόμενοι ὀνόμασιν οὐ χρηματικὴν πείσονται
ζημίαν, τὸν τοῦ̣ | θεῶν ἐμφανεστάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ
Σεβαστοῦ Γερμανικοῦ | Δακικοῦ πλανῶντες ἔλεον. οὐδεμίαν οἱ τοῖς βιβλίοις
ἐμφερόμενοι παραί-|τησιν ἕξουσιν ὑπερτίθεσθαι βουλόμενοι, πάλαι τοῦ
διαλογισμοῦ τὴν προθεσμίαν | εἰδότες. τὰς δωροδοκίας ἐπὶ πᾶσι κωλύω
γείνεσθαι, μὴ νῦν πρῶτον ἀπα-|γορεύων τὸ κακούργημα τοῦτο. οἱ φίλους
ἡγεμονικοὺς λαβόντες πρότερον | κριτὰς καὶ μὴ ἀπαρτισθέντες ἐντυνχανε̣τ̣ωσαν
Ἰουλίῳ Μαξίμῳ τῷ ἀρχι-|στάτορι φίλωι, οἱ
δ᾽ ἄλλοι πρὸς τοὺς
τῶν προτεθέντων τοῦ διαλογισμοῦ ἐξή-|κ̣[ο]ντος μὴ
φθάσῃ ἀκουσθῆναι δυνήσεται ἐπὶ τοῦ κατὰ νομὸν στρατηγοῦ | κριθῆναι.
ἐὰν δὲ οἱ κριταὶ αἴτιοι γέ[ν]ωνται τῆς παρ[ο]λ̣κ̣ῆς, καθέξω αὐτοὺς μέ-|χρι
ἂν ἀπαρτίσωσι τὰς διαγνώσει̣[ς]. προτεθήτω. (ἔτους) ιδ Φαρμοῦθι α. |
► Source : Papyrus from Oxyrhynchus. |